# Progymnasmata 424.57

Nicephorus Basilaces, Progymnasmata, 424.57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/424.57
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/424.57

ρον στρατήγμα Καίσαρος. Patav. ct ἐφυβρίζεω οὐκ ἐπηχύνετο. τί μὲν τῆς λόχμης τοῖς κέρασιν οὐκ ἀνῴρυτε; τί δὲ τῶν ἀνθρώπων τοῖς ποσὶν οὐ κατέχλα; τί δὲ μὴ ξυνεθόλου τῆς πηγῆς, ὡς ἐφ’ ὕβρει, καὶ φθόνῳ τῶν ἵππων καλῶν ἀφειδῶς ἐπιτρέχουσα. ἐντεῦθεν ἀλγεῖ μὲν ὁ ἵππος καὶ περιοχοπεῖται τὴν ἄμυναν. ἀλλ’ οὐκ εἶχεν ὅ, τι καὶ χρήσαιτο. ὡς οὖν ἐπέγνω χρεῖτον τῆς αὑτοῦ σοφίας τὸ κακόν, ὁρῶν τινα παρι-όντα τὸ ἄλσος. διηγεῖται τῆς ἐλάφου τὸ βάσκανον, καὶ ὅπως ἀμυνεῖται, πυνθάνεται. ὁ δὲ, ἄνθρωπος γὰρ ἦν, ἀπάτῃ καὶ δόλῳ τὸν ἵππον μέτεισι, καὶ τὸν χαλινόν ἐπιδείξας, εἶγε, φησίν, ὦ ἵππε, τοῦτον μὲν ἐπὶ στό-ματος, ἐμὲ δὲ ἐπὶ νώτῳ φέρειν ἀνέξει μικρόν, ἐγὼ σοι δι’ ὀλίγου τὴν ἐχθρὰν ἀμυννοῦμαι. ἤκουσεν ὁ ἵππος ταῦ-τα, καὶ πείθεται. καὶ τὸ ἐντεῦθεν ἡ μὲν ἐλάφος ἀπη-λαύνετο τοῦ ἄλσους, ὁ δὲ ἵππος ἐπὶ φάτνης εἰστήκει, μετὰ χλόης καὶ τῆς πηγῆς προσαφαιρεθεὶς καὶ τὸ ἄνε-τον. Φυλακτέον ἄρα καὶ τὸ ἐλευθέριον, καὶ παρόρμησιν οὐ προδοτέον φρονήματος, εἴγε μὴ μέλλοι τις δου-λεύειν οὐδὲν ἧττον ἢπερ ἵππος χαλιναγωγούμενος. — Ὁ μῦθος οὗτος ἐστὶ μὲν Αἰσώπειος, τὴν δὲ μελέτην ἐκ τῶν Ἑρμογένοῦς προγυμνασματικῶν μεθόδων ἠοανίσα-το, πλατύτερον ἐξειργασμένος, ὡς ἐκεῖνος μεθοδεύει ἐν τοῖς περὶ μύθου.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
