# Progymnasmata 429.1

Nicephorus Basilaces, Progymnasmata, 429.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/429.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/429.1

στράπτον ἑωτας, καὶ χαλαῖς χόραις ἀμιλλᾶσθαι δυνάμενον μεταλλάττει, καὶ τὸ τῆς στολῆς ἀνδρείον καὶ ὅσον 138 τοῦ κάλλους ἀρρένωποτερον εἰς ὥραν ἀπαλὴν μεθηρωσατο. οὕτω τὸν μέγαν ἥρωα τοῦτον καὶ βραχὺς περικρύπτει θάλαμος. καὶ ὅν ἑσύτερον ὅλον πεδίον οὐκ ἔχωρει, τὸ μέγα τῆς Εὐρώπης καὶ Ἀσίας μεταίχμιον, ὁ τοῦ Λυκομήδους τρικαῦτα παρθενῶν ὑποδέχεται. ἀλλ' Ὀδυσσεύς, καὶ πρὶν ἦκειν εἰς Τροίαν, τοῖς Ἕλλησι τὸ σοφὸν ὑπεδείξατο. καὶ δόλιος ὢν τοῦ θεοῦ τὸν δόλον οὐκ ἠγνόησεν, ὅπλα καὶ χειρίδας λαβὼν, περὶ πον τὸν παρθε- 10 νῶνα τίθησιν, ἑκατέρῳ γένει δέλεαρ ἐπιτεχνώμενος οὐχ ἀλλότριον, ἵνα καὶ ταῖς χειρσὶ τὰς χόρας ὑπάγοιτο, καὶ τοῖς ὅπλοις τὸν ἄνδρα θηρεύσαιτο· ὁρᾷ τὴν Ὀδυσσέως 139 μηχανὴν Ἀχιλλεύς, οὐ μὲν ὁ τι καὶ βούλεται ξυνορᾶ. ἅμα ἐπὶ τὴν πανοπλίαν ἀνέβλεψεν, καὶ τὴν ἐκεῖθεν ἐξ- 15 αλλομένην ἀστραπὴν, καὶ ὅλως ὑπεκκαίεται τῷ πυρὶ τοῦ θυμοῦ· ἀναμυμνήσκεται τοῦ πολέμου, τοῦ παρθενῶνος ἐπιλανθάνεται, εἰς νοῦν λαμβάνει τὴν φύσιν, ἀναλαμβάνει τὸ ἀνδρείον, αἰσχύνεται τὴν παρθενικὴν στολήν, ἀποτίθεται τὸ δράμα, καὶ τὴν σκηνήν. καὶ τὸ τῆς παρ- 20 θένου προσωπεῖον ἀποδυσάμενος, ἀρπάζει τὰ ὅπλα, καὶ γίνεται θήραμα χαλὸν Ὀδυσσεῖ, καὶ τὴν ἐπὶ τὸ Ἴλιον στέλλεται, μέγας μὲν τοῖς Ἕλλησι ξύμμαχος, δεινὸς δὲ τοῖς πολεμίοις ἀντίμαχος, οὕτω τὸν Πηλέως γυναικείαν φύσω πλαττόμενον ἀπίλεξεν Ὀδυσσεύς, ὡς 25 ἐκείνων Παλαμῆδης πρότερον μανίαν σχηματιζόμενον, 140 καὶ τότε πρῶτον Ἕλληνες τῆς Ὀδυσσέως σοφίας ἀπώναντο, οὐχ ἦττον δὲ ἢ ὅτε τὸ παλλάδιον ἐκ μέσης Τροίας ἀφεῖλετο.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
