# Progymnasmata 429.2-430.28

Nicephorus Basilaces, Progymnasmata, 429.2 to 430.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/429.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/429.2

2. Τὸ κατὰ τὴν Μύρσαν. 30 Μύρσαν τὴν Θύαντος φύσις μὲν ἐχαρίτωσεν εἰς μορφήν, ἕως δὲ παρανομεῦν εἰς τὴν φύσιν ἠνάγκασεν· εἰδεν ἐρωτικοὺς ὀφθαλμοὺς τὸν πατέρα καὶ τὸ κάλλος πελετᾶ. ριειργάσατο. καὶ τὸ μὲν δοκεῖν, ὡς πατέρα κατησπά- ζετο, τὸ δὲ ἀληθὲς, ὡς ἐρώμενον περιεπτύσσετο· οὕτως ἐπὶ ψυχῆς ἐθαλαμηπόλει τὸν ἔρωτα. τὸ γὰρ εἰς φῶς ἀγαγεῖν οὐ μικρὸν ἠπείλει τὸν κίνδυνον· ὡς δ’ οὐκέτι τὸ τῆς Ἀφροδίτης ἔστεγε πῦρ, τολμᾶ τι καὶ πρὸς ἐπιβουλὴν τῷ πατρὶ, καὶ μεθίουσα ἔρωτι, ξυνεῖδε μέθην ἄλλῃν ἐπίκουρον ἔρωτος, καὶ Λιονσιακοῦ πυρὸς ὅλους ἀναψαμένη κρατῆρας τὴν τοῦ Θύαντος ψυχὴν πυροπολεῖν με- ὑπεμπίπληται μέθης. ἐντεῦθεν ὁ πατὴρ ἐραστὴς γίνεται, καὶ ὡς ἐρωμένην τὴν παῖδα προσιέται, οὐκ ἐλογίσατο τὴν φύσιν, οὐκ ἐσκέψατο τὸ κακόν. ἔρως γὰρ καὶ οἶνος αὐτοῦ τὸν νοῦν ὑπεκίμαινον, ἀνθρωπίνων ψυχῶν ἄμφω λησταί. ὁ μὲν ἡδυς ὡς φίλος ἐπιόρνευε, λάθρα τὴν κεφαλὴν ὡς προδότης ὑπέσειεν. ὁ δὲ τὸν ὡς ἐν ἀκροπόλει τῇ κεφαλῇ φύλακα νοῦν, βαθὺν ὕπνον λήθης ἐκοίμιζεν. καὶ τὰς τῆς ψυχῆς πύλας ἀναπεπταμένας εὕρων κατὰ σώφροσύνης ἔστησε τρόπαιον. ἀλλ’ ἐπανῆκεν εἰς νοῦν αὖθις ἡ κόρη, καὶ τὴν ἀφροδίσιον ἀπο- βαλοῦσα μέθην συλλογίζεται τὸ μέλλον. ἀναλογίζεται τοῦ πατρὸς τὸν θυμὸν, προσδοκᾶ τὰ ἔσχατα πείσεσθαι, καὶ πρὴ τῆς μέθης ἀνανήραι τὸν Θύαντα, θεοῖς πεύ- χεται, μεταβαλεῖσθαι τὴν φύσιν. καὶ θεοὶ τὴν κόρην οἰκτείραντες εἰς φυτὸν μεταβάλλουσιν. ἀλλ’ οὐκ εἰς κενὸν ὁ ἔρως ἐξέπεσεν, κἂν εἰς φυτὸν ἡ κόρη μετέπεσεν. ῥόας γὰρ ᾠδίνων ἠχοῦσης ἀναρρήγνυνται μὲν ὁ φλοιός, ἐξαστραπτεῖ δέ τι χρῆμα κάλλους ἀμήχανον Ἄδωνις, καὶ τὰ τῆς Ἀφροδίτης ἐντεῦθεν ἄρχεται παιδικά. 3 Διήγημα, ὃ καὶ Πλούταρχος I ἐν παραλλήλοις διηγεῖται. Ἄλλ’ οὐδὲ γυναικὸς ἐπίνοια τοὺς πάλαι διέλαθεν,

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
