# Progymnasmata 431.1

Nicephorus Basilaces, Progymnasmata, 431.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/431.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/431.1

ἀλλ’ οἷς εἶχε τι σοφόν, εἰκότως θαυμάζουσιν, καὶ τὸ ὧν γὰρ τις ποτε βασιλεύς τὴν κλῆσιν μὲν ἕτερος, τὴν δὲ ψυχὴν Μίδας, καὶ τὴν γνώμην φιλόχρυσος. πολλῶν μὲν ἦρχε πόλεων, ἀλλ’ οὐχὶ καὶ φιλοχρηματίας ἄρχειν ἠπί- 5 στατο. ἀλλὰ τῶν μὲν ἄλλων ἐκράτει τῷ μεγέθει τῆς 144 τύχης, μόνῳ δὲ τῷ πρὸς χρυσὸν ἐδούλευεν ἔρωτι, καὶ τὰλλα σωφρονῶν, τοῦτο μόνον, ὡς οὐχ ἔδει, νοσῶν ἀπηλέγχετο. πάντως χρυσὸς ἦν αὐτῷ τὰ ἐνύπνια. χρυσοῦ καὶ νήφων ἤρα, καὶ μὴ νήφων χρυσὸν νυκτὸς ἐφαντά- 10 ζετο. ἐντεῦθεν τί μὲν οὐχ ἕδρα τῶν ὅποσα τὸ χρήμα τοῦτο πορίζουσιν; ποῖος δὲ τρόπος εἰς πορισμὸν οὐκ ἐπενοεῖτο τοῦ χρήματος. φόροι δύσφοροι τοῖς ὑπηκόοις ἐπεφορτίζοντο. καὶ τὰ μὲν οἷς εἶχον ἐπίφερον, τὰ δὲ προσετίθουν ἐκ γῆς μεταλλεύοντες. τὰ μὲν τὴν περιουσίαν 15 ἐξήντλουν, τὰ δὲ τὸ σῶμα κατέτρυχον, καὶ μυρίον εἶδος χρηματισμοῦ προσεπινοοῦντες οὐκ ἔληγον, ἀλλ’ ἦν καὶ 145 ἡ πᾶσα σπουδὴ τοῦ κρατοῦντος ἀποπλῆξαι τὸν ἔρωτα. ὁ δὲ εἶχεν ἄρα μετὰ τοῦ φιλοχρύσου καὶ τὸ φιλόθηρον. καὶ ποτε καὶ πρὸς τὴν ὕλην ἐξέεισε, καὶ τοὺς κύνας ἐπι- 20 συρόμενος. ἐνταῦθα ὁ μὲν ἐλάφοις ἐπέτρεχεν, καὶ λαγωῖς ἐφιππάζετο, καὶ τὸ κυνηγετικὸν ἐπεθώμει. ἡ δὲ βασιλὶς ἑτέραν εἶχε σπουδήν, ὅπως ὑφέλη τῆς ἐς τὸ χρηματίσασθαι πανταχοῦθεν δόμης, καὶ πῶς ἐπιὼν οὕτω κατὰ δαίμονα εἰς νοῦν λαμβάνει καὶ μᾶλα σοφῶς τι ἐν- 25 θύμιον, ὡς εἰ μηδὲν εἰς τὸ ζῆν ἐκεῖνος γνοίη τὸν φίλον χρυσὸν συμβαλλόμενον, τοῦ πάθους ἂν πάντως ἀπόσχοιτο. τὸ δὲ ἦν, ὡς ἔξει μὲν αὐτὸς μετὰ χόρον τῆς 146 Θήρας, καὶ τὴν γαστέρα χορεῶσιν· εὑρήσει δὲ τὸ δεῖπνον ἅπαν χρυσόν, καὶ μικρόν τι λιμώξας ἐντεῦθεν τὸ τοῦ 30 χρυσοῦ περιττὸν καταγνώσεται. ἐδόκει δὴ ταῦτα, καὶ τὸ δοκοῦν αὐτίκα ἐπράττετο. χρυσὸς μὲν ἦν μυρίοις τοῖς χρυσοχόοις ἐπὶ μέρος ἀναμετρούμενος. χεῖρες δὲ πολλαὶ

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
