# Progymnasmata 449.1

Nicephorus Basilaces, Progymnasmata, 449.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/449.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/449.1

δὲ καὶ κάλλιστα Ἕκτορα μὲν ὁ μέγας Αἴας τοῦ ξίφους ἠμείφατο, ζωστῆρα φοινικοῦν ἀντιδιδούς· Γλαῦκον δὲ τῆς πανοπλίας ὁ τοῦ Τυδέως, καὶ Τεύχρον τῆς κατὰ τῶν Τρώων εὐστόχου τοξικῆς Ἀγαμέμνων ἐθαύμασε· καὶ τὸν αὐτοῦ Τεύχρου πάλιν ἀδελφὸν μετὰ τὴν πρὸς Ἕκτο- 5 ρα μονομαχίαν τῆς ἀριστείας τιμῶν ἐπὶ τοῦ δείπνου νώτοισι διηνεκέσι γέραρε· τὰ μὲν οὖν ἔργα τοιαῦτα τὴν μαρτυρίαν, καὶ οὕτως ἔχοντα τῆς τοῦ ποιητοῦ γνώμης, δεῖ δὲ ἡμᾶς μηδὲ τῆς τῶν Μουσῶν ἀποσχεθᾶι· εἴη δ' ἂν, οἶμαι, Μουσῶν, ὅσαπερ ἐπιπνοία Μουσῶν Ἡσίο- 10 δος ἀποφαίνεται, καὶ τί φησιν ἐκεῖνος ὁ Μούσαις κάτοχος γλώτταν, μᾶλλον δὲ δι' ἐκείνου αἱ Μοῦσαι; τὸν δὲ δεδωκότα τίς ἠμείφατο; πρὸς δὲ τὸν οὐκ εἰδότα χαρίζεσθαι οὐδεὶς ποτε νοῦν ἔχων τὴν χάριν ἀνάλωσεν· πῶς δ' ἂν καὶ Πρόδικον τὸν σοφιστὴν παραλείποιμεν 15 ἀξίως τῆς αὐτοῦ σοφίας ἀποφθεγγομένου, δὸς τι καὶ λαβὲ τι, καὶ τὸ τῆς ἀντιχάριτος καλὸν αὐτόθεν ἐπὶ τοῦ συντρόφου σώματος παριστῶντα βεβαιότερον. ἃ δὲ χεῖρ τὴν χεῖρα νίζει, 5 καὶ ἡ εὐώνυμος τῇ δεξιᾷ τῶν ἔργων ξυναιρεῖται· καὶ νῦν μὲν αὕτη πρὸς ἐκείνης, νῦν δὲ ἐκείνη 20 πρὸς ταύτης τῶν πόνων ἐπιχουρίζεται· οὐκοῦν ἀποδεκτέον τῆς μὲν γνώμης τὸν Σοφοκλέα, τοὺς δὲ χαριζομένους τῆς χάριτος· οὐ γὰρ ἔστιν ὅπως ἑτέρους ἀγαθοὺς φίλους πλουτήσοιμεν, εἰ μὴ τὰς χάριτας διαμειβοίμεθα χάρισιν.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
