# Progymnasmata 457.1

Nicephorus Basilaces, Progymnasmata, 457.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/457.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/457.1

οἴκου τὸ κακὸν οὐκ ἀπώχνησεν, ἀλλ’ ἐλαθεν ἂν καὶ μητρὸς ὀφθαλμούς· καὶ τῶν θεραπαινίδων τὰς θαλαμηπόλους ῥαδίως ἂν ἠπάτησεν· ὥστε τί πλέον ἂν ἴσχυσεν εἰς φυλακὴν θάλαμος; ἔστιν ἄρα καὶ θαλαμευομένην οὐ σώφρονα κόρην ἐξ Ἀφροδίτης παθεῖν, καὶ πρὸς θή- 5 ραν ἐξιοῦσαν τὴν γε σωφρονοῦσαν φυλάξασθαι· τὸ δὲ τῶν ποδῶν τάχος οὐχὶ θαυμάζεις· ὡς ἐπίπαν μὲν γὰρ ἑπεταὶ τῷ τάχει καὶ κάλλος· καὶ τοῦτ’ ἂν εἴη φύσεως εὐστοχία καὶ κόσμος ἐπιπλεκόμενος· οὐ γὰρ δή τὸ κάλλος ἔδοξε τῇ φύσει ἀρκεῖν, ἀλλὰ καὶ δρόμον προσεχα- 10 ρίσατο· ἔδει γὰρ ὡς τὰς χεῖρας τῶν ἄλλων διέφερον, οὕτω καὶ τοὺς πόδας ἔχειν τι πλέον φιλοτιμήσασθαι· ἀνδρείος ἦν Ἀχιλλεύς, ἀλλὰ καὶ ταχύς οἷος δοκεῖν ἵππάσασθαι. καλὸς ἦν Ἀντίλογος, ἀλλ’ εἶχε καὶ ποδῶν ὀξύτητα, πρὸς μάχην ἕτοιμος ὁ Λοχρὸς, ἀλλὰ δραμεῖν 15 ἕτοιμότερος· ὡς τὰ πολλὰ μὲν οὖν ἡ φύσις ἀρετὴν ἀρετῇ παραξύννυσι, καὶ τις καλὸς εἶναι δοκῶν εἰς τὸ τάχος οὐ λείπεται· εἴη δ’ ἂν παιδευτικὸν δρόμου καὶ τὸ γυμνάσιον· ἡ δὲ πρὸς θήραν εἶχε τὸ στάδιον, καὶ τοὺς πόδας τοῖς ὁσημέραι δρόμοις ἐκούφισεν· ἡ γὰρ πόθεν ἡ 20 τοῦ μύθου χελώνη τὸν ἵππον ὑπερεβάλλετο, οὐχ ἀπὸ μελέτης, οὐχ ἀπὸ γυμνασίου, ἤρουν φύσεως; φιλοτιμίαν καὶ τοῦτο λογιστέον ἢ θετέον εἰς ἄσκησιν· ἀλλ’ ἦκεν ὁ τοῦ γάμου καιρός, ἡ δὲ οὕτω τοι πρὸς ἀρετὴν ἤσκητο, ὥστε ἔδυνεν μὲν ὀλίγα ἐφρόντιζε, γένους δὲ οὐ περιεῖχε- 25 το, μορφῆς δὲ λόγον ἐποιεῖτο βραχύν, πρὸς μόνον δὲ τὸ τάχος ἔβλεψε· τοῦτο μὲν ὡς ἀπὸ τῆς θήρας θαυμάζουσα, κάκει γὰρ ἑώρα τὸ χρῆμα τοῦτο ὅποσα ξυναιρεται, τοῦτο δὲ καὶ ἀπὸ τῶν ποδῶν τὰς χεῖρας φιλοκρινήσασα, ἢ καὶ πρὸς αὐτὸν ἔρωτα πτηνὸν ὄντα· πτηνοὺς καὶ αὐτὴ 30 τοὺς πόδας ἀντεπεδείκνυτο, ἵσως δὲ καὶ παρθενεύειν ἐλομένη μέχρι παντὸς οὕτω σοφῶς τὸν γάμον ἠλίσκε φεύξεσθαι. Σὺ δὲ τί ποιεῖν ἐβούλου τὴν ἐξ Οἰνῶος, τὴν

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
