# Progymnasmata 459.1

Nicephorus Basilaces, Progymnasmata, 459.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/459.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/459.1

ἀδελφὴν καὶ Ἀταλάντῃ τοῦ ἀθλοῦ μὲν ἐξῆλωσε· τὸ δ᾽ ὡς ἀθλον κεῖσθαι τοῦ ἀγῶνος οὐκ ἐδοκίμασεν, ἀλλ᾽ αὐτὴ καὶ ἀθλον εἶναι καὶ ἀθλητὴς ἐβούλετο, καὶ τὸν ἀγῶνα τοῦτο τὸ μέρος πρὸς τὴν ἀδελφὴν διηλάττετο, ὅτι καὶ τὴν τροφὴν πρότερον. εἰ δὲ καὶ κοινὴν ἀκούεις τὴν πρόκλησιν, συλλογίσαι ὡς κοινὴ μὲν ἦν, ἀλλὰ πρὸς βασιλεῖς, ἀλλὰ πρὸς ἡμᾶς, ἀλλὰ πρὸς τοὺς ἀπὸ Λιὸς, οἱ καὶ τύχης ἱκανῶς εἶχον, καὶ πρὸς τὸ ἀνδρείων θεοὺς προγόνους ἔχοντες οὐκ ἐλείποντο· περιῆν δὲ αὐτοῖς καὶ κάλλους, οἷον καὶ θεοὺς προγόνους ἐμαρῆναι, ὥστ᾽ εἶχον ἂν καὶ τῆς κλήσεως τὸ θεοεικελον· πρὸς τούτοις κοινὰ τὰ τῆς προκλήσεως λόγισαι, εἰ γὰρ μὴ τὸ γένος εἶχον ἀπὸ Λιὸς, εἰ μὴ παῖδες ἦσαν κρατούντων, εἰ μὴ τοῦ τῆς χόρης κάλλους ἄξιοι, τούτοις οὐδ᾽ ἂν τὴν ἀρχὴν οὐδ᾽ ἐπὶ σμικρὸν ὑπανεύγη τὸ στάδιον· τότε γὰρ τὴν ἀπὸ Λιὸς τοὺς κάτω τῶν ἀνθρώπων ὑπερβάλλειν οὐκ εἶχε τι θαύματος, καὶ τὸ ἡττηθῆναι μέγα πρὸς ὕνειδος· καὶ δὴ τῶν ἄλλων μὲν ἐκράτει τῷ τάχει· μόνος δὲ ταύτῃ Ἱππομένης παρήλθε σοφίαν τῷ δρόμῳ συγκαταμίζας· οἷς μὲν γὰρ τοῦ κάλλους ἕαλω, τὸν ἀγῶνα δέχεται, οἷς δ᾽ οὐκ ἐπίστευε τοῖς ποσὶ, τὴν νίκην σοφίζεται· εἷ μὲν γὰρ ἐπεφύκει τοὺς πόδας, ἀλλ᾽ ἤν ἐπὶ τὴν τοῦ κρατεῖν ἐλπίδα ἀμφίβολος, ἐξ ὧν τὸ κρατεῖν ἡ χόρη τοὺς ἄλλους παρεῖλετο· οὐκοῦν σοφία τὸ τοῦ τάχους λειπόμενον ἀνορθοῖ, καὶ γίνεται σοφὸς ἐραστής· ὁρᾷ τὴν παῖδα, ἰκετεύει ἔρωτα, ζητεῖ τὴν ἐπιχουρίαν καὶ τὸ ἐντεῦθεν ἐπιπνεύσαντος ἔρωτος εἰς νοῦν λαμβάνει τὸ σώρισμα, καὶ χρυσὸν λαβὼν εἰς ὀπώρας μετασχευάζει, καὶ ὀπώρα ξωτοῦς ξύμβολον, Ἀφροδίτης ἀνάθημα· ταύτῃ δὴ τὴν χρυσὴν ὀπώραν τὰ ὑψηλὰ λαβὼν προσαλείπει τὴν χόρην εἰς δρόμον καὶ ἅμα ἐξῆλλοντο καὶ τῶν χρυσῶν μήλων Ἱππομένης ἡφίει, ἡ δὲ χόρη τὸ καινὸν τῆς μηχανῆς οὐκ ἔχουσα ξυνιδεῖν ξυνελέγετο μέντοι καὶ τοῦ

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
