# Progymnasmata 460.1

Nicephorus Basilaces, Progymnasmata, 460.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/460.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/460.1

ξυναθλοῦντος ὡς ποιουμένη κατάγγελον, εἰ χρυσὸν οὕπως ἐπιφρόντει δέον τοῖς ποσὶν ἀγωνίσασθαι, τόδε τι θαρροῦσα καὶ μετὰ τὴν συλλογὴν προσθῆναι καὶ δράγμασθαι νίκην χρυσήν· ὡςτο γὰρ ἂν οὕτω διάδηλα μᾶλ- 5 λον τὰ τοῦ τάχους ἔσεσθαι, εἰ καὶ παραδράμῃ ξυλλέγουσα· ἐντεύθεν ἠρίει μὲν Ἱππομένης, ἡ δὲ κόρη ξυνἐλεγε, καὶ πρὸς τὸ συλλέγειν ἀποτείνουσα τὸν λογισμὸν Ἱππομένους 6 ἐλείπετο· ἦκεν ἡ κόρη πάλιν ἐγγύτερον, ὁ δὲ τὸν δόλον προεβάλλετο, κάκεινη πρὸς συλλογὴν ἀπη- 10 σχόλητο, ἀλλ’ ἐπέτεινεν αὖθις ἐκεῖνη τοὺς πόδας, καὶ ὁ Ἱππομένης τὰ χρυσὰ μῆλα κατὰ γῆς αὖθις ἔβαλλεν, ἡ δ’ ἀπετρέπετο τῆς ἀπάτης καὶ τοῦ χρυσοῦ· οὔτε γὰρ πάντας τοὺς πόνους Ἱππομένης ὑστέριζε, καὶ τὸ ταχὺ τῆς κόρης ὁ δόλος ἐπεῖχεν ἐντεύθεν, οὔτε τὰ τῆς ἐπινοίας 15 ἀνόντητα, οὐ γὰρ ἂν ἐς τέλος ἡ ταχύτης ἐπήρκεσεν, οὐτ’ αὖθις ἔδει τὴν κόρην ἀχροβολίζεσθαι. ἀλλ’ ἅμα τῆς βαλίδος ἐξῆλοντο. καὶ ἡ μὲν ξυνέλεγεν, ὁ δὲ προέβαινεν, καὶ τῆς κόρης ἠκούσης ἐγγίον ὁ μὲν αὖθις ἐπιφρόντει τῶν μήλων μικρὸν τὴν δεξιὰν προτεινόμενος, ἡ δὲ 20 καὶ πάλιν ξυνέλεγεν· οὕτω καὶ Μήδειαν λαβεῖν Αἴητης οὐκ ἴσχυσεν· τοῦ γὰρ παιδὸς Ἀγύρτου τὰ μέλη προσεφρόντει 7 τῷ πατρὶ κατόπιν ἡκοντι· ὁ δ’ ἐπεκλάτο πρὸς τῆς φύσεως, καὶ τῶν μελῶν περιείχετο, καὶ τοῦτο πολλάκις γινόμενον τὸν μὲν ὑστερίζειν ἐποίει, τὴν δ’ οἴχε- 25 σθαι δραπετεύουσαν· ὁ γοῦν ἀνὴρ πρὸς γυναικὸς εἰς δόλον ἠλίσχετο, τοῦτο γυνὴ πρὸς ἀνδρὸς αὖθις ἠπάτηται· καὶ μὴ μοι λεγέτω μηδεὶς, ὡς εἰ τῇ κόρῃ χρυσὸς ἦν τὸ ποθούμενον, τί μὴ τὰ ἔδνα ἐδέχετο; ἀπάτη γὰρ ἦν οὐ πόθος ἡ συλλογὴ καὶ κόμπος εἰς τάχους ὑπερβο- 30 λὴν οὐχ ἔργον χρυσοῦ· εἰ δὲ καὶ τῶν χρυσῶν μήλων ἦττηται, τὴν ἥτταν οὐκ ἂν ἐδυσχέραινεν, ἀλλ’ ἔκαιρε παρ’ Ἱππομένους ὡς Ἀφροδίτῃ πρὸς Ἀλέξανδρον τὴν χρυσήν

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
