# Progymnasmata 467.1

Nicephorus Basilaces, Progymnasmata, 467.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/467.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/467.1

τὰ ἀνέλπιστα· εἶδον τὰ ἀπροσδόκητα, περιήρημαι τοὺς ἐπὶ τοῖς οἴχομένοις θεσμούς· ὦ μάτην ὑπὸ γῆν κρατούντες ἡμεῖς, τίνα ταύτην ἀρχὴν ἀρξόμεν, εἰ κατὰ τὸ λαβεῖν ἀφαιρούμεθα, καὶ κατέχοντες εἰς τέλος οὐκ ἔχομεν· ψυχὴν ἀπέσπασα σώματος, καὶ τὸ κρατεῖν ἤδη 5 θαρρῶν παρ’ αὐτὴν ἤδη τοῦ κρατεῖν ἀκμὴν τὸ κράτος ἀποσεσύλημαι, καὶ νεκρῶν ἔχων τὴν ἀρχὴν τοῖς γε περιοῦσιν ἐτι περιωθοῦμαι· πόθεν δὲ καινὸς οὗτος ἡμῖν ὁ πόλεμος; τίς θνητὴν ἔχων φύσιν θανάτου κατηλαξονεύσατο; τίς ἐς ’Αἰδοῦ μέλλων ἐλθεῖν αὐτὸν ’Αἰδὴν ἀπή- 10 λεξεν, ἀλλ’ οἶδα, πόθεν ὁ πόλεμος, ἤδη ξυνῆκα τοῦ βάλλοντος· ἐξ ’Ιουδαίων αὖθις βάλλομαι, ἐκεῖθεν αὖθις ἔχω τὸν πόλεμον· Ἑλλήνων ἄρχω, Ἀσσυρίων ἐκράτησα, ἐμοὶ καὶ Περσῶν ὄφροὺς καταβέβληται, καὶ Μῆδος ἀλαζὼν οὐκ ἀντέτεινε· τί μὴ λέγω τῶν ἐθνῶν ὡς ἕκαστα 15 πάντα οἴδασι τοὺς κατὰ γῆν νόμους καὶ δέχονται· καὶ κατὰ τὸ θανεῖν οὐκ ἔστιν ὅστις ἐκείνων παρεβιάσατο, ἀλλ’ εἰς τὴν γένεσιν ἐλθόντες ὑποπτεύουσι τὴν ἀνάλυσιν, καὶ προσιοῦσης οὐκ ἀντιτείνουσι· μόνοι τῶν ἀπάντων ’Ιουδαῖοι βιοῦσι καὶ θνήσκοντες· τοῦτο τὸ γένος 20 ἔχω πολέμιον· ὑπὸ τούτων ὁ μάτην ἐγὼ αὐχὼν τῶν ὑπὸ γῆν κρατεῖν ἀπελέγχομαι· ἦκε παρὰ τὸν βιον Ἑλισσαῖος προφήτης, ’Ιουδαῖος ἄνθρωπος, καὶ θνήσκοντας, ὡς εἰπεῖν, λόγῳ μόνῳ ἀφύπνιζε· τὸ δὲ δή μειζόν καὶ παρ’ αὐτὴν τελευτὴν κατεγέλασε τελευτῆς· ἀπνούς ἤψατο πα- 25 ρακειμένου νεκροῦ, καὶ μου τῶν χειρῶν μέσων ἀπέσπασεν, ὃν ἐγὼ τοῦ σώματος πρότερον οἶδα καὶ τὸν ἐκεῖνου διδάσκαλον, καὶ κατεγέλα μου τῆς ἀρχῆς, καὶ τελευτῶν ἐφυγε τελευτὴν, ἣν ἅπας εἶδε γενόμενος· τούτων ἀπόγονος ὁ νῦν οὕτω πολέμιος, οὗτός μου τὴν ἀρχὴν 30 παρασάλευσεν, οὗτος ὑπὲρ τοὺς ἄλλους ἀνέλυσε τὴν ἀνάλυσιν καὶ κειμένους οὐκ ἐξ, καὶ πεσεῖν μέλλοντας οὐκ ἀφήσεν· ἐπαφίημι πρὸς τελευτὴν τὸ βέλος ἐγώ, καὶ ὁ 30..

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
