# Progymnasmata 471.3

Nicephorus Basilaces, Progymnasmata, 471.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/471.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/471.3

Τί φῂς, ὦ πάτερ πρόμαντι Ζεῦ, νεκρὸς με δείξει νεκρὸν, πρὸς ἀνδρὸς ἤδη κειμένου βαλλόμενος κείσομαι; περὼν ἔστως καὶ χεῖρας ἔχων ἐγὰ τὸν μηκέτ᾽ ὄντα φοβήσομαι; ἀξύνετον τὸ μέλλον· ἀπίθανος ὁ χρησμός· πρὶν ἢ πυθέσθαι Διὸς ἠγνόουν τὴν τελευτήν· νυνὶ δὲ μαθὼν ἀγνώστερος γέγονα· καὶ δεῖ μοι πάλιν ἕτερον χρησμοῦ· λοξὰ γὰρ μοι πάντα καὶ μαντείας δεῖται· δευτέρας μήπου πεπλάνημαι, καὶ πρὸς Ἀπόλλωνος ἤκων ἐκ Διὸς ἤκειν δοκῶ· Ἀπόλλωνος ἐγὼ ταύτην λοξίου τίθεμαι, οὕτω πολλὴ νὺξ ἐπικέχνται τῷ χρησμῷ· τοσοῦτον ἐπιφέρεται γνόφον ἡ πρόρρησις, τίς μοι τὴν νύκτα ταύτην περιαναγάσει; τίς ὑπαναπτύξει τὸ αἴνυμα; πῶθεν ἡ καινὴ παράταξις αὕτη; τίς ὁ παράδοξος οὕτω πόλεμος; ἀγνοῶ τὸν τρόπον τῆς μάχης, οὐ ξυμβάλλομαι τὸν πολέμιον, κατασυστάδην μαχεῖται νεκρός, ἐπιόντα δέξεται δόρατι, ἀλλ᾽ ἀπὸ τόξου ποιήσεται τὴν παράταξιν· ἀναφανδὸν ἐπιθήσεται, ἀλλ᾽ ἐξ ἐνδρᾶς ἐπεισπεσεῖται, καὶ δόλῳ περιέσται καὶ τὴν νίκην σοφίσεταί; ποίοις ταῦτα λογισμοῖς, ποίαις χερσί, Ζεῦ καὶ χρησμὲ καὶ δρὸς μαντικέ, εἱ χεῖρας εἶχεν οὐχ ἂν ἠπίστευσα τὴν παράταξιν, εἰ πόδας ἐδεξάμην ἂν καὶ τὴν ἔφοδον, εἰ δὲ μὴ καὶ φρενῶν αὐτῶν ἀπεστέρηται, δόλον ἂν προσυπώπτευσα, νῦν δ᾽ ἀλλὰ ταῦτα πάντα μάχης μὲν ὄργανα καὶ νίκης ἐχέγγυα· τῷ δὲ νίκη μὲν ἔσται, τὰ δὲ τῆς νίκης ἐπιλελόιπασί, καὶ μὴ φέρων ὅπλα κρατήσεῖ, καὶ κείμενος ἀντιτάξεταί· τίς ποτε νεκρὸν ἐπτόηται, τίς εἶδε πολέμιον ἄψυχον, ἠγωνισάμην πρὸς γίγαντας, καὶ μετὰ τὸ

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
