# Progymnasmata 480.1

Nicephorus Basilaces, Progymnasmata, 480.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/480.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/480.1

ΝΙΚΗ ΦΟΡΟΥ δὲ Χάριτες, ἱρεύσει δὲ Ἀφροδίτη, καὶ Ζεὺς ὑποπτεύσει τὸ καλλιέρημα, δεινὸς ὁ βουκόλος, καὶ πολλοῖς φρονεῖ σε ὀφθαλμοῖς, ἀλλὰ δεινὸς ὑποκλέπτειν Ἑρμῆς, καὶ κρεῖττον αὐλεῖ πολλῶν ὀμμάτων τὸ δόλιον· ἔχει ῥάβδον οὐκ ἀνθρώπων μόνον ὀφθαλμοὺς θέλγουσαν, ἀλλὰ καὶ βουκόλον ἐπιστήσω κριτήν, καὶ παρ᾽ Ἀλεξάνδρου κάλλους εὐτυχήσει τὰ δεύτερα. τί γὰρ σοὶ βουκόλον πανόπτην παρέστησε, τί δ᾽ οὕτω καλὴν μορφὴν ἀπηγλάϊσεν· οὕτως ἐπιτεχνάσομαί σοι τὸ βουλητόν· οὕτως πεσούσης μοι τῆς βοὸς καὶ σίβλον ἀναφανήσεται μέλιτος· δεῖ γὰρ σε εἰς ἄνθρωπον αὖθις ἐπανελθεῖν, ἐμὲ δ᾽ ὀφέποτε καὶ τῶν Ἀφροδίτης χαρίτων γεύσασθαι καὶ γλυκύν ἐπιγνῶναι τὸν ἔρωτα.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
