# Progymnasmata 489.1

Nicephorus Basilaces, Progymnasmata, 489.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/489.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/489.1

καὶ νέμεσις, ἡ μὲν θάλασσα ᾠδινεν ἴσα καὶ ὄρεσι κύματα· ἐπήγειρεν δὲ ὁ βορρᾶς ὀρθιον, εἴπεν ἂν τις περισαλίζειν τὸ 4 ἐννάλιον, οἱ κάλως ἐτετρίγεσαν, ἡ ναὺς διεταλαντεύετο, θεοὶ τότε πάντες ἡμῖν ἐπεστράτευσαν, κάτωθεν ἐκύλα τὸ πέλαγος Ποσειδῶν· ἄνωθεν συνῆγε τὰς 5 νεφέλας ὁ Ζεὺς, ὁ μὲν ὡςπερ πόλιν τὸ σκάφος ἐπώρυττεν· ὁ δ’ ὡς ἐκ μετεώρων ἡχροβολίζετο· πολιορκία τις ἦν τὸ πρᾶγμα καὶ πόλεμος ἄμυκτος· θεοὶ τε ἐστρατήγουν καὶ ὁ μεγαλᾶνχος Ξέρξης πανταχόθεν ἐβάλλετο· ἐπὶ θαλάττης πτύχηνεν, οὐκ ἐθάψαι τὴν ἡπειρον, φεύ- 10 γεν ἐξ Ἑλλάδος ὤμητο, καὶ τὰ δεινὰ πάλιν ὑφείπετο· στρόμβος πνευμάτων, ὄχθος κυμάτων, σατραπῶν ἐπιβουλὴ, βασιλέων φυγὴ, πάντα Περσῶν ἀτυχήματα, ὁρᾷ τὸν κίνδυνον, πυθάνεται τὴν τῶν κακῶν λύσιν, μανθάνει τὴν σωτηρίαν, ἡ δὲ ἦν ἄχθους ἀποβολὴ καὶ νέων 15 κουφισμός, φότος δὲ τῆς Περσικῆς μοίρας ὅσον ἀπόλεκτον· ἐντεῦθεν οἱ μὲν εἰς θάλατταν ἀπεσφενδονᾶντο πάντες αὐτόβουλοι, ἐγὼ δὲ διεκυβερνώμην τῷ μὲν δοκεῖν τὴν ναῦν εἰς ἡπειρον, τὸ δ’ ἀληθὲς ἐμαυτὸν εἰς Ἀχέροντα· ἐξεισι τῆς νεώς ὁ βασιλεὺς, ἐπιβαίνει τῆς γῆς, 20 θαρρῆι τὸ ἀπὸ τοῦδε, καὶ σοφῷ κυβερνήτῃ τῆς προμηθείας μνησικακεῖ· τί γὰρ φησι μὴ καὶ τοὺς σατράπας περιεσώσω· οἵς μὲν οὖν βασιλέως ἐγεγόνεις σωτὴρ, στέφου τὰ βασιλέως καὶ γέρας ἔχε βασιλεῖον, οἷς δὲ σατραπῶν ὀλίγην ἐξημίωσας φάλαγγα, προσαποζημιοῦ καὶ 25 σὺ τὸ ζῆν παρ’ ἐμοῦ· ἐγὼ σοι καὶ χρῶμα τύχης τεχνάσομαι, οἷς μὴ τὸ καλὸν ἐφύλαξας ἄχρατον, τί φῆς ὦ βασιλεῦ, χάριτας ὀφείλων ἐπισίειν τὸ ξίφος, φοβείς τὸν φόβους θαλαττίους λύσαντα, τοιαῦτά σοι πρὸς ἐμὲ τὰ σῶστρα τὸν σοφόν, τὸν σωτῆρα, τὸν κυβερνήτην· οὐ 30 ταῦτα ἐκάλεῖς πρὸ μικροῦ κύματα ὁρῶν ἀφρίζοντα, καὶ θάλατταν 4 ζέουσαν, ἥπου καὶ στήλην ἐπεγείρεις καὶ

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
