# Progymnasmata 498.1-19

Nicephorus Basilaces, Progymnasmata, 498.1 to 498.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/498.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/498.1

ταύτης αὐλαχος, ἣν οὐ γηπόνος ἐπήσκησεν, οὐκ ἐπόλενε βοῦς, οὐ περιελάκισεν 4 ἄροτρον· τῇ τριαίνῃ δὲ διέστησε Ποσειδῶν, καὶ μάντιν σοφὸν ἀντὶ σπέρματος ἐγκατέχωσεν· ὡ γῆς καὶ φνουόσης ὀλιτάς παραδόξα καὶ 5 αὖθις ἀποκρυπτούσης ἀνέλπιστα· ὡ γῆς ἐφ’ ἧς οὐδὲ θεοὶ κακῶν ἀπείρατοι· Θηβαῖος ἦν Διόνυσος, καὶ θεὸς προσγενής, ἀλλ’ οὐκ ἦν αἵματος ὁμογνίου καθαρός, οἷς μητέρα κατὰ παιδὸς ἐβάκχευσε· Θηβαῖος ἦν Ἥρακλῆς, ἀλλ’ εἰς τὸ γένος ἐλύττησε, καὶ τοῖς παισὶ τὰς χεῖρας 10 ἐπιβαλὼν τὸ Θηβαῖον εἶναι τοῖς κακοῖς ἐβεβαίωσε· τοῦντον οἶμαι καὶ Πολυνείκης ἐπλήρωσε τὸν κατάλογον, καὶ τοῦ γένους ἡμῖν κοινωνήσας καὶ τῆς τύχης μετίδωκεν· οἷους θεοὺς ἐφ’ ἡμᾶς αὐτοὺς ἐκινήσαμεν· ἡλίκους ἐκπεπολεμώχαμεν δαίμονας, Ζεὺς τὸν καταιβήτην μετε- 15 χειρίζετο, Ἄρης ἔδηγε σίδηρον, Ποσειδῶν τὴν γῆν ἀνεμόχλευε, πάντα ἡμῖν ἄτοπα καὶ μαχομένοις καὶ δραπετεύουσιν· ἠνδρίζετό τις Ἀργεῖος καὶ τὰ μεγάλα παρεκινδύνευεν, ἀλλ’ ἡ γῇ τοῦτον αὖθις ἐπῆδησε· καὶ λόχος βαθὺς ἦν ὁ βόθρος, καὶ πάγη τις ἄφνκτος, οὐκ οἶδεν 20 ὁ μάντις τὰ ἐν ποσὶ, Ζεὺς γὰρ αὐτῷ συνεδόλου τὸ μαντικόν, ἧπου καὶ νῦν τῆς Ἥρας κατειρωνεύεται· οὐκ ἦν μόνος ὁ Ζεὺς οὐκ εἰδὼς ἐν Θήβαις, ὅ, τι καὶ πείσεται, ἀλλὰ καὶ φίλος Ἥρας μάντις ἐξ ἀγνοίας πίπτων· ὡς τοῦτό γε τὸ μέρος ἐκεῖνος ἠτύχησεν, αὐτῷ σώματι τὴν 25 γῆν ὑποδύς, καὶ φρυγὼν τὴν Θηβαίων ἀμότητα· καὶ ὡς εἶδε καὶ πᾶσι τοῖς πεσοῦσιν Ἀργείοις ταύτην ἐκύρωσε τὴν μοῖραν ὁ Ζεὺς· νῦν δὲ στρατόπεδον ὅλον κατὰ πεδιάδος ἐφήλωται, βλέπει τὰ ἀθέατά ἥλιος, τί δράσω; τί χρήσωμαι τοῖς παροῦσιν; οὔτε γὰρ περιορᾶν τοὺς οἴ-

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
