# Progymnasmata 499.2

Nicephorus Basilaces, Progymnasmata, 499.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/499.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/499.2

13 Τινὰς ἂν εἴποι λόγους ἡ θεοτόκος, ὅτε μετέβαλεν ὁ Χριστὸς τὸ ὕδωρ εἰς οἶνον εἰς τὸν γάμον. Ὡς παῖδά σε περιπτύζομαι, ἢ ὡς θεὸν σεβασθήσομαι; τὸ μὲν γὰρ οἷς ὑπήκουσας, τὸ δὀἷς ἐκαινούργησας, πέφηνας· ὡς μήτηρ περιλαλεῖν σε γλίχομαι, καὶ ὡς ἄνθρωπος προσελθεῖν ὑποστέλλομαι, καὶ ὡς θεὸν πέφρικα καὶ ὡς παῖδα θαυμάζω· ὦ θεέ παῖ, μετέβαλες τὸ μὲν ὕδωρ εἰς οἶνον, εἰς εὐφημίαν δὲ τὸν ὑμέναιον, ἐξέστησας λόγῳ μὲν τὸ ὕδωρ, ἡμᾶς δὲ τῷ θαύματι, ἀκόλουθα ταῦτα τοῖς πρότερον, θεία μὲν ἡ γονή, θεῖος δὲ ὁ τοκετός, καὶ μήτηρ ἐγώ, τὸ μὲν τι τοῦ τόκου φυλάξασα, τὸ δ᾿ ὑπερβάσα θειότερον· οὔτε τὸ φυλαχθὲν ἐστέρηται θαύματος, καὶ τὸ διαλειφθὲν οὐκ ἀνέκπληκτον· ἐτικτὸν σε, ὦ παῖ βασιλεῦ, σὺ δὲ τὰς ὠδῖνας ἐνδοθεν ἀφελόμενος τὸν τοκετὸν ἐτήρησας, μήτηρ ἦκουσα καὶ παρθένος πάλιν μεμένηχα, οὐρανὸς τῷ τόκῳ ἐφύμνησε,

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
