# Progymnasmata 505.1

Nicephorus Basilaces, Progymnasmata, 505.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/505.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/505.1

χοντος ἐπιείκειαν· τίνα δὴ καὶ ζηλῶν ταῦτα τολμᾶς τὸν συμφοιτητήν, ἢ τὸν διδάσκαλον· ὁ μὲν ὑπεραλγεῖ τοῦ πλήττοντος εἰ πληγήσεται, ὁ δ’ ἐξήρτησε τῷ διδασκάλῳ τὴν ἐπιβουλὴν· οὔτε τούτων ἐμμήσω τῆς ἐπιεικείας, οὔτε ἐκείνων τῆς προδοσίας ἐξήλωσας· ἀλλὰ τί μέμφομαι τὸν εἰς τοσοῦτο δέος προκινδυνεύσαντα; θρασύς μὲν ὁ ἀνήρ, ἀλλ’ ὅσον τὸ θράσος παραλογώτατον, τοσοῦτον τὸ τοῦ διδασκάλου προκινδυνεῦν τολμᾶν εὐλογώτατον· ὡς πολλὴν γε τὴν εἰς τὸν διδάσκαλον ζῆσιν ἐνέφηνας ἄνθρωπε, οὕτω θρασυνόμενος ἄτοπα, ἀλλ’ ἔχει ἱκανῶς τὴν ὑπὲρ τοῦ διδασκάλου τόλμαν μαθών· μάθε δὴ μοι καὶ τὴν τούτου λοιπὴν ἐπιείκειαν· ἀλλὰ γάρ, ὦ σὺ νῦδε μαθητὰ καὶ φιλόχρυσε, ἐφ’ οἷον ἡμᾶς ἄγεις τὸν διδάσκαλον, εἰς ἡλίκον ἡμᾶς ἐκίνησας τὸ κακόν, ἀνελεῖν τὸν ἰώμενον, δεσμεῖν τὸν οὐκ ἀντεινόντα, ξυναρπάζειν τὸν οὐ μαχομενον, ὦ καὶ σὺ δέσποτα καὶ πάντες οἱ λοιποὶ τοῦ γράμματος ἐμπειροί, μὴ μοι φθόνος ὑμᾶς ἔλοι καὶ νόσημα βάσκανον, ἀκριβῶς οἴδατε τὸν νόμον, τὸν Μεσσίαν οὐκ ἠγνοήσατε· ἐμβαθύνατε τῷ γράμματι τὸν νοῦν, ἐρευνήσατε τὴν ἐθνῶν προσδοχίαν, ἐξακριβώσασθε καὶ γνοῖητ’ ἂν τοῦτον εἶναι τὸν προσδοκώμενον, μηδὲ πρὸς τὴν ἀλήθειαν μύσομεν, μηδὲ φθόνος ἡμῶν στρατηγείτω· ἔχομεν ὅν ἠλπίζομεν, ἔχομεν ὅν αἱ γραφαὶ κηρύττουσιν, ἦκεν ὁ προσδοκώμενος, ἐπίστασθε τὴν γένεσιν, τὸν ἀστέρα τὸν ἐξ οὐρανῶν, ἐν Ἰορδάνει φωνὴν, τὰλλα πάντα, ὡς καινὰ καὶ θεὸν ἦκειν ἡμῖν μαρτυροῦντα, κἂν θνητὸς ἢ τὸ φαινόμενον, ἀλλὰ γε θεὸς τὸ νοοῦμενον· μὴ δὴ τὸν νομοθέτην ἀνέλωμεν, οὐκ εἰς καλὸν ἡμῖν οἶδα τελευτήσει τὰ τῆς ἐπιβουλῆς, δώσομεν δίκας, εἰ καὶ μηδὲν ἄλλο, τὸν γε πάντως οὐχ ὑπεύθυνον εὐθύνοντες· ὁ δέ, οἶμαι, καινοτομήσει τὴν τελευτήν, [ὡς καὶ τὴν τελευτὴν] ὡς καὶ τὴν γένεσιν πρότερον.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
