# Progymnasmata 509.1-15

Nicephorus Basilaces, Progymnasmata, 509.1 to 509.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/509.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/509.1

ἑσάλυνεν. ἐπὶ τούτοις μέγας ἐγὼ τὰ ἐνύπνια, καὶ γίνο- μαι λαμπρὸς ὕναρ, ὃν ὑπᾶρ εἰς δουλείαν φθόνος κατηνέγκατο. 7 ἔχαιρον ὑφ’ ἡλίου καὶ σελήνῃ προσκυνούμενος, ἤκουσα καὶ τῶν λοιπῶν ἀστέρων δεσπότης· θέρους αἴθις ἐδύκει καιρὸς, καὶ τοιμὸν δρᾶγμα πάνθ’ ὅπόσα καὶ δεσπότης πρὸς δούλων τοῖς τῶν ἀδελφῶν εἶχε δρᾶγμασι. ταῦτα τοὺς ἀδελφοὺς εἰς φθόνον ἐξέκαυσεν. ἀπὸ τούτων τὸ τοῦ γένους ἐλευθέριον ἐγὼ περιήρημαι. ἐντεῦθεν ἐπίον τοῦ Νείλου, εἶδον τὴν Αἴγυπτον, ἐπέγνων τὰ δούλων ἔργα, καὶ τὸ δυστύχημα ἔφερον. ἀλλ’ ᾧ τῆς μετέπειτα ἐπιρείας, ᾧ τοῦ δευτέρου κλύδωνος, ὃν μοι τὸ κάλλος ἐπήγειρεν, 8 ἐλάνθανον ἐπὶ τοῦ προσώπου φέρων τοῦ κακοῦ τὴν ἀρχήν. ἠγνούν ὡς καὶ σωφρονὼν τις κολάζεται. δεσποτὴν ἔλαχον ἀκόλαστον γυναῖον. ἔδοξα τὴν ὥρην καλός, ἐθαυμαζόμην τὴν ὥραν, ἡ δὲ ἀλλ’ εἶδεν, ἐθαύμασεν, καὶ τὴν θεᾶν οὐ μέχρι θαύματος ἔστησεν, ἀλλ’ ἐπαθε πρὸς ἔρωτα καὶ τῇ γνώμῃ δουλεύειν οὐκ ἠσχύνετο, δεσπότις οὖσα τῷ σώματι. εἰς πειθῶ τὸ πρῶτον ἔβλεψεν, 9 ἐγὼ δ’ οὐκ ἐπένευον. ὀπλιζεται λοιπὸν εἰς ἀναιδείαν. ἐφείλετό μου 10 τοῦ χιτώνιου, ἐγὼ δ’ ἀντέτεινον. καὶ ἦν ἄγων ἔρωτος ἀκολάστου, καὶ γνώμης σώφρονος. ἡ μὲν ἥρα τῆς τοῦ σώματος ὥρας, ἐγὼ τοῦ τῆς ψυχῆς κάλλους, ἀλλὰ τότε 11 μὲν ἐκράτησεν ἔρως οὐμός, 12 καὶ τὸ χιτώνιον ἀποδὺς εὐθὺς ἀπεπῆδησα. ὁ δὲ λοιπὸς ἐκείνης 13 ἔρως ἄγανακτεῖ τὴν ἥτταν. ἐπιστρατεύει τὸ δεύτερον, καὶ τῆς βίας λάφυρον ἐπαγόμενος τὸ χιτώνιον, συγχροτεῖ πρὸς 14 ἐπιβουλὴν πόλεμον ἕτερον. ἀναστρέφει τὰ πεπραγμένα, καὶ

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
