# Progymnasmata 512.1

Nicephorus Basilaces, Progymnasmata, 512.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/512.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/512.1

ὅτε μηδὲν ἠδίκουν. καὶ νῦν ὅτε κακοῦργεῖν ἐχρωμόμην, τῆς εἰρκτης καὶ τῶν δεσμῶν ἠλευθέρωμαι. Ὦ σὺ τότε συνδεσμούτα, καὶ ταῦτὰ δυστυχῶν, καὶ νῦν τὰ μεγάλα συνευτυχῶν, ἱκανῶς με τῆς σοφίας ἡμείφω. πρέπουσαν τὴν χάριν ἀπέδωκας. ἔλυσας δεσμῶν τὸν πρὸ τοῦ σοι τὴν λύσιν ἐπαγγελάμενον. ἄμφω τῆς εἰρκτης συμμετείχομεν. ἄμφω καὶ νῦν τῶν βασιλείων συμμετεσχήκαμεν. ἀλλ’ ὡ τῶν ἐνυπνίων ἐκείνων, ᾧ σὺ μὲν προὔτεινες, ἐγὼ δ’ ὑπέλυν. ὦ τῶν ἐπὶ τούτοις λαμπροτέρων, ἂ βασιλεὺς μὲν προὔβαλλετο, ἐγὼ δὲ ταῦτὰ σαφὲς ὑπέπτυσσον. ὡς ἤν ἄρα καὶ πάλιν ἐνυπνίοις τὴν ἐλευθερίαν κομίσασθαι, τὸν χάριν ἐνυπνίων ὑπὸ φθόνου δουλαγωγηθέντα. ἐξ ὀνειράτων δοῦλος εἶδον τὴν Αἴγυπτον, ἐξ ὀνειράτων καὶ νῦν Αἰγυπτίων ἐκράτησα. ἠκουσὼν οἱ τῶν βοῶν πiones, οἱ τῶν ἐνιαυτῶν εὐφορώτατοι. τοῦτον ἐγὼ τὸν χρόνον καλῶς διαθήσομαι, ὅλον ἀποταμειεύσω τὸν σῖτον, εἰς μᾶτρη οὐδὲν ἀναλώσομαι. ἠκουσι μετ οὐ πολὺ καὶ βόες ἰσχυροὶ τὰ σώματα. χρόνος ἕτερος παρ’ ᾧ λιμὸν ἐπαπειλεῖ τὰ ἐνύπνια. καὶ σιτοδοτήσω, καὶ θρέψω τὴν Αἴγυπτον εἰς καλὸν ταῖς προτέραις εὐφορίαις ἀποχρησάμενος. μᾶλλον μὲν οὖν κοινὸν ἔσται πρὸς πᾶσαν γῆν τὸ κακόν, καὶ τῆς σιτοδείας κοινώσομαι. τοῦτο ἤν ἄρα τὰ δράγματα. τοῦτο προσκυνῶν ἥλιος, καὶ ἀστῆρες ὑποκλινόμενοι, ὅτι πᾶσαν δεῖ με θρέψαι τὴν ὑφήλιον, καὶ πάντες, ἐφ’ ὅσους τὸ τῶν ἀστέρων ἐφθάσε φῶς, προσπεσοῦνται σιτοδοτοῦντι, καὶ τῆς ἐμῆς οἰκονομίας δεήσονται. οἶμαι δέ, ὅτι καὶ αὐτοὺς ὤφωμαι τοὺς ἀδελ-

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
