# Progymnasmata 520.1

Nicephorus Basilaces, Progymnasmata, 520.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/520.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/520.1

προσώπου φέρουσα τὰ δεῖνα· καὶ τῷ κάλλει μέσῳ κατορρωγμένια τὰ δυστυχήματα. τὰ μὲν οὖν δὴ πρῶτα ἔρωτι συμμάχῳ χρυσάμενος, καὶ τὴν γλῶτταν ἔχων ἐλέπολιν κατ’ αὐτῆς δὴ τῆς σωφροσύνης κατεπεστράτευσε, πολιορξῆσαι θελὼν τῆς παρθενίας μου τὴν ἀκρόπολιν, 205 καὶ καταστρατηγῆσαι τῆς σωφροσύνης αὐτῆς. Ἐπεὶ δὲ πείρα φθάνει μαθὼν, ὡς οὐχ ἰκανὰ ταῦτα κατασεῖσαι τὲ τῆς σωφροσύνης πυργώματα, μέτεισι τὴν μητέρα, τὴν ἀλωπεκὴν ἐνδυσάμενος, τὴν γλῶσσαν ὅλην πρὸς ἄλλο σχῆμα μεταμειράμενος· ἐπαίνει τὸν γάμον, καὶ τὸν νυμφίον καθυποκρίνεται, καὶ δοῦλος ὅλος γίνεται τῇ μητρὶ καὶ γλώσσῃ, καὶ σχήματι, καὶ ζητεῖ με τὴν θυγατέρα πρὸς γάμον, ἀλλ’ ἔννομον, νόμον μεμνημένος, ὁ τὰ πάντα παράνομος. ἐπεὶ δ’ οὐκ ἔχει πείθειν μητέρα φιλόπαιδα, τούτῳ δὴ τῷ πρὸς γάμον ἐτοίμῳ θορυβουμένῃ τὰ μάλιστα, μὴ καὶ προτέραν ἠγάετο λέγουσαν, ὁ τοῖς ἔρωσιν οὕτω πειθόμενος, καὶ πᾶσιν ἀνέμοις ἔρω- 206 τικοῖς ὀπιζόμενος, μαρτύρεται Θεόν, μαρτύρεται Λίχνην, μάρτυρεται Μάρτυρας αὐτοὺς ἐκείνους, τοὺς ἐν Ἐδέσῃ παθόντας ἕνεκα Χριστοῦ, καὶ τῆς καλῆς ὁμολογίας ἀναδησαμένους τὸν στέφανον. ἡ δὲ γε μήτηρ, τί δ’ ἄλλο πάντως ἢ μήτηρ, καὶ κηδομένη τῆς θυγατρός, τοῖς ὀρκοις πιστεύει τοῦ μηδὲν εὐορχήσαντος. πείθεται τοῖς λόγοις τοῦ καὶ Θεὸν αὐτὸν παρ’ οὐδὲν τιθεμένου παραλογώτερον, καὶ τῷ παρανομωτάτῳ Γότθῳ νόμῳ γάμου με παραδίδωσιν. ἕως μὲν οὖν ἡ πατὴρ ἐκμαινετο, τὰ περὶ τὴν ἐμὴν οἰκίαν ἦσαν ἀχῶμαντα. ἕως τὰ περὶ τὴν Ἔδεσσαν ἐκλονεῖτο, ἀπεριελώντα μοι τὰ περὶ τὸν ἄν- 207 δρα διατετήρηται. ἕως τὸ συμμαχικὸν ἐτέρει τὴν πόλιν, ἀνώθεντά μοι τὰ τῆς στοργῆς ἐφυλάττετο, καὶ ἦν ὁ Γότθος ἄνθρω τὰ πάντα φιλόστοργος, καὶ μοι τὰ πάντα γενόμενος, ὅσα καὶ πρὸς γυναῖκα γένοιτ’ ἂν ἄνθρω ἀγαθός· ἐπεὶ δ’ ὁ κλύδων τῆς πόλεως νήρεμίαν ἔσχεν, καὶ κατε-

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
