# Progymnasmata 524.1

Nicephorus Basilaces, Progymnasmata, 524.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicephorus-basilaces/progymnasmata/524.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicephorus-basilaces/progymnasmata/524.1

216 νῆμην τῶν ἰδρώτων ἀργυρολογούμενος. δίκελλαν εἶχον, καὶ τὴν ἄμᾶραν ἀνύρυτον, καὶ ὕδατος μεταδιδούς τοῖς φυτοῖς, χρυσᾶς ἀντεφιλοτιμούμην τὰς ἀμοιβάς, καὶ Παιχτωλὸν ἔδοχον μετοχετεύειν τῷ κήπῳ μου, ὅτι μοι τὰ τῶν πόνων ἐπιχερδέστατα. ἐπεὶ δὲ τὰ τῶν ὀφθαλμῶν περιλιχνεύεται τὰ πολλά, καὶ φιλοχερδεστέρας προαἱρέσεις τὰ μὴ παρόντα ζητεῖ, καὶ τῶν ὄντων ἡγεῖται κρείττω τὰ προσδοκώμενα, εἶδον καὶ κυπάριττον εὐθαλῆ, καὶ μετεκπνευσάμην ταύτην τῷ κήπῳ μου. καὶ περὶ μίαν ἄμᾶραν τὸ ὕδωρ συναγαγὼν μετήγαγον παρὰ τὴν κυπάριττον, μεταφυτεύσας τὸ φυτόν παρὰ τῇ διεξόδῳ τοῦ ὕδατος. καὶ χοῦν ἐπέβαλλον τῷ φυτῷ, καὶ πασσάλους περιεκύκλωσα, καὶ λύγοις τοὺς πασσάλους ἐστεφάνωσα, ἐπιμελούμενος τοῦ φυτοῦ καὶ φυλακή, καὶ ὕδατι, καὶ χοῦ, ὅλους ὀφθαλμούς, ὅλην καρδίαν, ὅλην αὐτὴν μου ψυχὴν περὶ μόνην ταύτην μεταγαγὼν τὴν κυπάριττον, κενὰς τινὰς ἐλπίδας τῶν ἐν χερσὶ προτιμώμενος. Ζέφυρος ἤδὶς ἥρεμα πῶς ὑποπνέει τῷ ἔαρὶ καὶ ἡ κυπάριττος ἔδοχε βλαχεῖσθαι κατὰ τινα παρθένον σεσοβημένην ἐξ ἔρωτος. ὥρων τοῦ φυτοῦ τὴν ἀναβολήν. κεχηνὼς εἱστήκειν ὁρῶν ἀτενῶς, καὶ ἦν ἔραστής ὁ γηπόνος, καὶ ὁ φυτουργὸς αἰχμάλωτος τοῦ φυτοῦ. ἔαρὸς καιρὸς, καὶ διηρεδίζετο τὰ φυτά, καὶ κατηνθίζετο καὶ κυπάριττος. παρήλθεν ἔαρ, καὶ εἰς καρποὺς ἐτράφη τὰ ἄνθεα, καὶ τὸ ἄλλο μὲν ἐκαρποφόρησε τῶν φυτῶν. ἡ δὲ καλὴ κυπάριττος ἀπήνθιστο. χειμῶνος καιρὸς, καὶ φυλλοροεῖ τὰ φυτά, καὶ τὸν κόσμον ὅλον παντελῶς ἀποβάλλεται. καὶ κατὰ χόμην τὸν ἐκ τῶν φύλλων ἀποκείρεται βόστρυχον. ἀλλ’ ἡ κυπάριττος βοστρυχοῦσα καὶ μέσῳ δὴ χειμῶνι τέθλην ἀμετάβλητα. κἂν ἔαρ, ἡ κυπάριττος εὐδαλῆς. κἂν θέρος, ἡ κυπάριττος τέθλη.

---

Nicephorus Basilaces, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003895.
