# Fragmenta 1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/1

Ἀντίπατρος ἦν Νικολάου τοῦ Δαμασκηνοῦ πατὴρ τοῦ ἱστορικοῦ, ὃς ἔσχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Νικολάου, οἳ διαφανεῖς ἦσαν ἐν Δαμασκῷ κατά τε σωφροσύνην καὶ ἄλλην λαμπρότητα· πλούτῳ τε γὰρ πολλῷ διαφέροντες, ἥκιστα ἐπ ̓ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίας τε οὐ τὰ δεύτερα φερόμενοι, βραχὺ τοῦτο ἐλογίζοντο. Ὁ δὲ δὴ Ἀντίπατρος καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδοντινοῦν, ὤνησε δὲ μυρία τούτῳ. Οὐ τὸ κοινὸν (1) μόνον, ἀλλὰ καὶ τῶν ἀστῶν συχνούς· δικαιοσύνην γὰρ ἀσκῶν, εἴπερ τις ἕτερος, πλεῖστα μὲν διῄτησε νείκη τοῖς πολίταις πρὸς ἀλλήλους, πλεῖστα δὲ τῇ πατρίδι πρὸς τοὺς ἐν κύκλῳ δυνάστας, καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο· πλείστας δὲ ἐπιστεύθη πρεσβείας καὶ ἐπιτροπὰς, ἀρχάς τε πάσας διεξῆλθε τὰς ἐγχωρίους· τελευτῶν δὲ τὸν βίον οὐκ ἔστιν ὅ τι (2) ἐπέσκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ (3) τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διὶ θυμιατήριον, ὅπερ ἔφθη αὐτὸς προϋπεσχημένος τῷ θεῷ, κατασκευάσαι ἐπειδὰν τελευτήσῃ, δηλῶν, οἶμαι, ὅτι τὸ πρὸς θεοὺς ὅσιον δεῖ καὶ τελευτῶντας φυλάττειν, καὶ μηδὲν ἔτι τοῦ βίου ἀπολαύσεσθαι μέλλοντας.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
