# Fragmenta 10.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/10.1

Ὅτι ἐπὶ Ἀρταίου (1;) τοῦ βασιλέως Μήδων, τοῦ διαδόχου Σαρδαναπάλλου τοῦ Ἀσσυρίων βασιλέως, ἦν ἐν Μήδοις τότε κατά τε ἀνδρείαν καὶ ῥώμην δοκιμώτατος Παρσώνδης, παρά τε βασιλεῖ μάλιστα ἐπαινούμενος καὶ ἐν Πέρσαις, ὅθεν ἦν γένος, ἐπί τε εὐβουλίᾳ καὶ κάλλει σώματος. Δεινὸς δὲ καὶ θῆρας αἱρεῖν, ἐν σταδίᾳ τε μάχῃ καὶ ἀπὸ ἅρματος καὶ ἵππου μάχεσθαι. Οὗτος ὁρῶν Νάναρον (2) τὸν Βαβυλώνιον διαπρεπεῖ κόσμῳ χρώμενον ἀμφὶ τὸ σῶμα, καὶ ἐλλόβια ἔχοντα, καὶ κατεξυρημένον εὖ μάλα, γυναικώδη τε καὶ ἄναλκιν, ἔπειθεν Ἀρταῖον ἀφελέσθαι αὐτὸν τὴν ἀρχὴν καὶ ἑαυτῷ δοῦναι, δυσχεραίνων σφόδρα τὸν ἄνθρωπον. Ὁ δὲ ὤκνει συγχέας τὰ συγκείμενα ὑπ ̓ Ἀρβάκεω (3) ἀδικεῖν τὸν Βαβυλώνιον. Ἐπεὶ δὲ δὶς καὶ τρὶς ὁ Παρσώνδης ἐνέτυχεν (4) Ἀρταίῳ, καὶ ταὐτὸν ἤκουσεν, ἡσύχαζεν· οὐ μὴν τὸν Νάναρον ἔλαθεν. Αἰσθόμενος δ ̓ ἐκεῖνος τὴν γνώμην τἀνδρὸς, μεγάλα δῶρα τοῖς ἑαυτοῦ (5) ὑπέσχετο καπήλοις, εἴ τις αὐτῷ Παρσώνδην συλλαβὼν ἄγοι (6)· ἕπονται δ ̓ οὗτοι πολλοὶ τῷ βασιλέως στρατῷ. Καί ποτε κατὰ δαίμονα κυνηγετῶν ὁ Παρσώνδης ἐλαύνει πόρρω ἀπὸ τοῦ (7) βασιλέως εἴς τι πεδίον οὐχ ἑκὰς Βαβυλῶνος. Τοὺς δὲ θεράποντας εἰς τὴν πλησίον ὕλην τρέψας, ἐκέλευσε βοῇ τε καὶ (3) ἀλαλητῷ χρῆσθαι, ὡς δὴ τὰ θηρία σοβήσων (9) εἰς τὰ πεδία· καὶ πολλοὺς μὲν ὗς ἀγρίους, πολλοὺς δ ̓ ἐλάφους αἱρεῖ. Τέλος δ ̓, ὄνον ἄγριον διώκων, ἐπὶ πλεῖστον ἀποσπᾶται τῶν ἑαυτοῦ, καὶ μόνος ἐλαύνων ἧκεν εἰς τὴν Βαβυλωνίαν, ἔνθα ἦσαν οἱ κάπηλοι ἀγορὰς εὐτρεπίζοντες τῷ βασιλεῖ· οὓς θεασάμενος ὑπὸ δίψους πιεῖν ᾔτει. Οἱ δ ̓ ἄσμενοι ἰδόντες Παρσώνδην, προσίασιν αὐτῷ, πιεῖν τε ἐνέχεον, καὶ, τὸν ἵππον δεξάμενοι, ἀριστᾶν ἐκέλευσαν. Ὁ δὲ, οἷα πανημέριος θηρῶν, οὐκ ἀηδῶς ἤκουσεν, ἐκέλευσέ τε ἀποπέμψαι βασιλεῖ τὸν ὄνον (10), ὃν κατέλαβε, καὶ τοῖς ἀνὰ τὸν δρυμὸν οἰκέταις φράσαι, ἔνθα εἴη. Οἱ δὲ, πάντα ποιήσειν ὑποσχόμενοι, κατακλίνουσι τὸν Παρσώνδην. Καὶ δαῖτα παρέθεσαν παντοίαν, οἶνόν τε ἥδιστον πίνειν ἐπέχεον (11), ἀκρατέστερον ἐπίτηδες; ὡς μεθυσθείη. Καὶ ἐπεὶ ἄδην εἶχεν, ὁ μὲν ᾔτει τὸν ἵππον, ὡς ἀπίοι ἐπὶ τὸ βασιλέως στράτευμα· οἱ δὲ γυναῖκας εὐπρεπεῖς παραγαγόντες, ἐδείκνυόν τε αὐτῷ καὶ ἐκέλευον κοιμηθέντα αὐτόθι, καὶ εἰς νύκτα χρησάμενον αὐταῖς, ἕωθεν ἀπιέναι. Ὁ δὲ, εὐπρεπεῖς γυναῖκας ὁρῶν, ἔμεινέ τε καὶ ηὐλίσατο. Καὶ τὰ μὲν διὰ τὴν συνουσίαν, τὰ δὲ διὰ τὸν κόπον, ὕπνος αὐτὸν ἔλαβεν. Οἱ δ ̓, ἀναστήσαντες τὴν παρακοιμωμένην γυναῖκα, πολλοὶ ἅμα ἐπιπεσόντες, συνέδησαν τὸν ἄνθρωπον, καὶ ἐπὶ Νάναρον ἐκόμισαν. Ὁ δ ̓, ὡς εἶδεν αὐτὸν (ἤδη δὲ ἀνένηψεν ἐκ τοῦ οἴνου, καὶ ἔγνω ἵνα ἦν κακοῦ), ἤρετο (12), «Ἆρα, ὦ Παρσώνδη, κακόν τι ὑπ ̓ ἐμοῦ πάλαι ἔπαθες, ἢ αὐτὸς ἢ τῶν σῶν τις; «Ὁ δ ̓ οὐκ ἔφη. «Τί δὲ, πείσεσθαι προσεδόκησας»; «Οὐκ ἔγωγε, εἶπεν». «Τί οὖν αὐτὸς ἀδικίας ἦρξας εἰς ἐμὲ, ἀνδρόγυνόν τε καλῶν, καὶ βασιλείαν τὴν ἐμὴν αἰτῶν παρὰ Ἀρταίου, ὡς δῆτα οὐδενὸς ἀξίου αὐτὸς γενναῖος ὤν; Πολλὴ δὲ χάρις Ἀρταίῳ οὐ πεισθέντι τὴν ὑπ ̓ Ἀρβάκεω (13) δεδομένην ἡμῖν ἀρχὴν ἀφελέσθαι. Διὰ τί δὴ (14) ταῦτ ̓ ἐποίεις, ὦ κακὴ κεφαλή;» Ὁ δὲ, οὐδὲν ὑποθωπεύσας, εἶπεν· «Ὤιμην αὐτὸς ἀξιώτερος εἶναι τοῦτο τὸ γέρας ἔχειν, ἀνδρειότερός τε ὢν καὶ ὠφελιμώτερος βασιλεῖ ἢ σὺ ὁ κατεξυρημένος τε καὶ καθυπεστιμμισμένος (15) τὼ ὀφθαλμὼ, ψιμυθίῳ δὲ τὸ χρῶμα ἐναλειφόμενος.» Καὶ ὃς, «Εἶτ ̓ οὐκ αἰσχύνῃ, ἔφη, σὺ ὁ τηλικοῦτος ὑπὸ τοῦ χείρονος συνειλημμένος, ἐπειδὴ γαστρὸς ἥττων καὶ αἰδοίων ἐγένου; Ἀλλ ̓ ἐγώ σε, ἔφη, θήσω γυναικῶν ἁπαλώτερον καὶ λευκότερον τὴν χροιὰν οὐ πολλοῦ χρόνου.» Καὶ ἐπώμοσε τόν τε Βῆλον καὶ τὴν Μύλιττα (16)· οὕτως γὰρ τὴν Ἀφροδίτην καλοῦσι Βαβυλώνιοι. Καὶ ἅμα καλέσας τὸν εὐνοῦχον, τὸν τὰς μουσουργοὺς πεπιστευμένον, «Τοῦτον, ἔφη, ἄπαγε, καὶ ξυρήσας τὸ ὅλον σῶμα, καὶ κισηρίσας πλὴν κεφαλῆς, δὶς τῆς ἡμέρας λοῦε, καὶ σμῆχε ἀπὸ λεκίθου, καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφέσθω, καὶ τὰς κόμας ἐμπλεκέσθω, ὥσπερ αἱ γυναῖκες· μανθανέτω δὲ ᾄδειν καὶ κιθαρίζειν καὶ ψάλλειν, ἵνα μοι μετὰ τῶν μοσουργῶν λειτουργῇ, γυναικὶ ὡμοιωμένος, μεθ ̓ ὧν καὶ δίαιταν ἕξει, λεῖος ὢν τὸ σῶμα, καὶ τὴν ἐσθῆτα τὴν αὐτὴν καὶ τὴν τέχνην ἔχων.» Ταῦτα εἰπόντος, ὁ εὐνοῦχος παραδεξάμενος τὸν Παρσώνδην, κατεξύρησέ τε ὅλον πλὴν κεφαλῆς, καὶ τὰ προσταχθέντα ἐδίδασκε, καὶ ἐσκιατράφει, λούων ἑκάστης ἡμέρας δὶς, καὶ λεαίνων, ὁμοδίαιτόν τε ποιῶν ταῖς γυναιξὶν, ὥσπερ ὁ δεσπότης προσέταξεν. Καὶ οὐ πολλοῦ χρόνου γίνεται ἄνθρωπός τε λευκὸς καὶ ἁπαλὸς καὶ γυναικώδης, ᾖδέ τε ἂν ἰδὼν αὐτὸν λειτουργοῦντα ἐν συμποσίῳ Νανάρῳ (17) οὐχὶ γυναῖκα ὑπέλαβε, καὶ πολύ γε ἐκείνων εὐπρεπέστερον, μεθ ̓ ὧν ἑκάστοτε ἐλειτούργει. Βασιλεὺς δὲ ὁ Μήδων Ἀρταῖος, ἐπειδὴ πάντη μαστεύων Παρσώνδην ἐξέκαμε, καὶ δῶρα προτείνων, εἴ τις αὐτὸν ἀνεύροι ἢ ζῶντα ἢ τεθνεῶτα, ὑπελάμβανέ που (18) ἐν κυνηγεσίῳ ὑπὸ λέοντος ἢ ἄλλου του θηρίου καταβεβρῶσθαι, καὶ μεγάλως ἐπ ̓ αὐτῷ ἠνιᾶτο, ἅτε ἀνδρειοτάτῳ ὄντι. Ὡς δ ̓ ἑπτὰ ἔτη ἐγένετο αὐτῷ τοιαύτην δίαιταν ἔχοντι ἐν Βαβυλῶνι, τῶν εὐνούχων τινὰ ὁ Νάναρος μαστιγοῖ τε χαλεπῶς καὶ τὸ σῶμα αἰκίζεται. Καὶ αὐτὸν ὁ Παρσώνδης, μεγάλαις ἐλπίσιν ἐπάρας, ἀναπείθει παρὰ τὸν Ἀρταῖον εἰς Μήδους ἀποδρᾶναι, καὶ πάντα φράσαι τὰ περὶ αὐτὸν βασιλεῖ, ὡς ζῇ τε καὶ λελώβηται, μετὰ μουσουργῶν δίαιταν ἔχων, Παρσώνδης ὁ σὸς φίλος ἐκεῖνος ὁ πολεμιστήριος. Καὶ ἐπειδὴ ταῦτ ̓ ἔφρασεν ὁ εὐνοῦχος βασιλεῖ, ἥσθη τε ἅμα καὶ μέγα στενάξας εἶπε, «Φεῦ λώβης ἀνδρὸς ἀγαθοῦ, πῶς ἠνέσχετο ὁ Παρσώνδης, ὃν ἐγὼ οἶδα, θηλυνόμενος τὸ σῶμα ὑπὸ ἐχθροῦ;» Καὶ ἅμα πέμπει τινὰ τῶν πιστοτάτων ἄγγαρον (18) παρὰ τὸν Βαβυλώνιον (οὕτω γὰρ ἐκάλουν τοὺς βασιλέως ἀγγέλους). Ὁ δὲ Νάναρος ἀφικομένῳ τῷ ἀγγάρῳ, καὶ ἀπαιτοῦντι Παρσώνδην, ἔξαρνος γενόμενος, οὐδαμοῦ (19) ἔφη ἐκεῖνον ἑωρακέναι, ἐξ ὅτου ἀφανὴς ἐγένετο. Ὡς δὲ ταῦτα ἤκουσεν Ἀρταῖος, ἕτερον ἔπεμψεν ἄγγαρον πολὺ μείζω τοῦ προτέρου καὶ δυνατώτερον ἐπέστειλέ τε ἐν διφθέρᾳ, ῥίψαντα τὴν Βαβυλωνίαν ἀπάτην, ὀπίσω ἀποπέμπειν τὸν ἄνδρα παρ ̓ ἑαυτὸν, ὃν ταῖς μουσουργοῖς τε καὶ εὐνούχοις παρέδωκεν, ἢ ὅτι τὴν κεφαλὴν αὐτὸς οὐχ ἕξει. Ταῦτα ἔγραψε, καὶ ἅμα ἐκέλευσε τῷ ἀνδρὶ, εἰ μὴ παραδῷ Νάναρος τὸν Παρσώνδην, λαβόμενον τῆς ζώνης ἄγειν αὐτὸν ἐπὶ θανάτῳ. Ἀφικομένου δὲ τοῦ δευτέρου ἀγγάρου εἰς Βαβυλῶνα, καὶ ταῦτα ἀπαγγείλαντος, ὁ Νάναρος, δείσας περὶ τῆς ψυχῆς, παραδώσειν τε ὑπέσχετο τὸν ἄνθρωπον, καὶ προσέτι, ἀπολογούμενος τῷ ἀγγάρῳ, πείσειν ἔφη βασιλέα, ὡς δικαίως μετῆλθεν ἄνδρα ἄρξαντα μεγάλης (20) ἀδικίας εἰς ἑαυτόν· πεπονθέναι γὰρ ἂν αὐτὸς ὑπ ̓ ἐκείνου χαλεπώτερα, εἰ μὴ βασιλεὺς ὁ δεσπότης αὐτοῦ ὑπερέσχε (21) τὴν δεξιάν. Ἐκ τούτου ἐπὶ πότον ἐτράπετο καὶ συνουσίαν, ἑστιῶν τὸν ἄγγαρον. Καὶ τοῦ δείπνου παρακειμένου, εἰσεληλύθεσαν αἱ μουσουργοὶ, ἑκατὸν καὶ πεντήκοντα γυναῖκες (22), μεθ ̓ ὧν ἦν καὶ Παρσώνδης. Καὶ αἰ μὲν ἐκιθάριζον, αἱ δ ̓ ηὔλουν, αἱ δὲ ἔψαλλον, ἐν πάσαις δὲ διέπρεπε μάλιστα Παρσώνδης καὶ κάλλει καὶ τέχνῃ, γυνὴ καὶ αὐτὸς νομιζόμενος. Καὶ ἐπειδὴ δείπνου ἄδην εἶχον, ἤρετο (23) ὁ Νάναρος τὸν ἄγγαρον, ἥτις αὐτῷ δοκεῖ πασῶν προφέρειν εὐμορφίᾳ τε καὶ εὐμουσίᾳ. Ὁ δ ̓, οὐδὲν μελλήσας, ἔφη ἐκείνην, Παρσώνδην δεικνύς. Καὶ ὁ Νάναρος, κροτήσας τὼ χεῖρε, ἐγέλα ἐπὶ πολὺν χρόνον, καὶ εἶπε, «Ταύτην ἆρα καὶ βούλει ἔχων εἰς νύκτα ἀναπαύεσθαι;» Ὁ δὲ, «Πάνυ μὲν οὖν,» ἔφη. «Ἀλλ ̓ οὐ δώσω,» εἶπεν ὁ Νάναρος. «Τί οὖν, ἔφη ὁ ἄγγαρος, ἐμοῦ πυνθάνῃ;» Μικρὸν δὲ διαλιπὼν, «Οὗτός ἐστιν, ἔφη, Παρσώνδης, ἐφ ̓ ὃν ἤκεις.» Ἀπιστοῦντος δ ̓ ἐκείνου (24), ὤμοσεν. Καὶ ὁ ἄγγαρος, «Θαῦμά μ ̓ ἔχει, ἔφη, ὅπως ζῆν ὑπέμεινε γυναικιζόμενος ἀνὴρ ἄλκιμος, καὶ οὐ διεχρήσατο ἑαυτὸν, εἰ μὴ καὶ ἄλλους ἐδύνατο· πῶς δὲ ταῦτ ̓ ἀνέξεται ὁ δεσπότης ἀκούσας;» Ὁ δὲ Νάναρος εἶπεν, «Ἐγὼ ῥᾳδίων αὐτὸν ἀναδιδάξω, ὡς οὐδὲν ἀδικῶ.» Τότε μὲν δὴ τοιαῦτα διελέγοντο, καὶ ἐκοιμήθησαν. Τῇ δὲ ὑστεραίᾳ ἐνθεὶς ὁ Βαβυλώνιος εἰς ἁρμάμαξαν Παρσώνδην ἀποπέμπεται σὺν τῷ ἀγγάρῳ. Ἐπεὶ δ ̓ ἧκον εἰς Σοῦσα, ἔνθα ἦν ὁ βασιλεὺς, δείκνυσιν αὐτῷ ὁ ἄγγαρος (26) τὸν ἄνδρα. Καὶ ἐπὶ πολὺν χρόνον ἀνδρὸς γυναῖκα γεγονότα, «Ὦ ταλαίπωρε, ἔφη, πῶς ὑπέμεινας ὧδε λωβηθῆναι, καὶ οὐ πρότερον ἀπέθανες;» Ὁ δὲ ἀπεκρίνατο, «Ἥ τοι ἀνάγκη, ὦ δέσποτα, καὶ θεῶν λέγεται κρείττων ὑπάρχειν. Ἐγὼ δὲ ἔτλην καὶ ἐκ τοιῶνδε παθημάτων ζῆν (27), ἵνα ἅμα μέν σε ἐγγένοιτό μοι θεωρῆσαι, ἔπειτα δὲ Νάναρον τιμωρήσασθαι διὰ σοῦ, ἅπερ ἐμοὶ οὐκ ἂν ὑπῆρξε τετελευτηκότι· ἀλλὰ μή με, ἔφη, δέσποτα, ψεύσῃ τῆς ἑτέρας ἐλπίδος, ἀλλά μοι τὴν δίκην ἀπόδος παρ ̓ ἀνδρὸς κακοῦ.» Καὶ ὁ Ἀρταῖος ὑπέσχετο, ἐπειδὰν εἰς Βαβυλῶνα ἀφίκηται. Οὐ πολλοῦ δὲ χρόνου ὅ τε Παρσώνδης ἀπέλαβεν τὴν ἀνδρείαν φύσιν, καὶ ὁ βασιλεὺς (28) ἀφίκετο εἰς Βαβυλῶνα· κατεβοᾶτό τε ὁσημέραι ὑπ ̓ αὐτοῦ, ὅπως τιμωρήσεται τὸν Νάναρον. Καὶ ὃς ἧκε παρὰ βασιλέα, καὶ ἔφη δίκαια ποιῆσαι. «Πρότερος γὰρ ἐκεῖνος, οὐδὲν κακὸν παθὼν, ἐμὲ διέβαλεν, ἔφη, παρά σοι, ὥς με κτείνειάς τε καὶ τὴν Βαβυλῶνος ἀρχὴν αὐτῷ δοίης.» Ἀρταῖος δὲ ἔφη δικαιότερα Παρσώνδην αἰτεῖσθαι· χρῆναι (29) γὰρ μὴ σαυτῷ δικάζειν, μηδὲ τοιαύτας ἐξευρίσκειν δίκας, ἀλλὰ ἐμοὶ ἐπιτρέπειν τὴν κρίσιν· τέλος δέ σοι ἐς δεκάτην ἐξοίσω ἡμέραν τό σοι πρέπον. Ὁ δὲ Νάναρος, ταῦτα ἀκούσας, ἐν δεινῷ φόβῳ ἦν καὶ ἐπὶ Μιτραφέρνην (30) καταφεύγει, ὃς ἦν τῶν εὐνούχων δυνατώτατος, καὶ ὑπισχνεῖτο αὐτῷ χρυσίου τάλαντα δέκα, καὶ φιάλας χρυσᾶς δέκα, καὶ ἀργυρᾶς διακοσίας, καὶ [Παρσώνδῃ]ἀργυρίου (31) νομίσματος τάλαντα ἑκατὸν, καὶ ἄλλας ἐσθῆτας πολυτελεῖς, βασιλεῖ δὲ χρυσοῦ μὲν τάλαντα ἑκατὸν, καὶ φιάλας χρυσᾶς ἑκατὸν, ἀργυρᾶς δὲ τριακοσίας, ἀργυροῦ δὲ νομίσματος τάλαντα χίλια, ἐσθῆτάς τε παμπληθεῖς, καὶ ἄλλα πολλὰ [καὶ]καλὰ δῶρα, εἰ τὴν ψυχὴν αὐτῷ ἐξαιτήσειεν καὶ τὴν Βαβυλῶνος βασιλείαν παρὰ Ἀρταίου. Καὶ ὁ εὐνοῦχος ᾤχετο παρὰ βασιλέα, καὶ πολλὰ δεηθεὶς, ἅτε ὢν τιμῆς τῆς πρώτης, εἶπεν ὅτι οὐκ εἴη θανάτου ἄξιος ὁ ἀνήρ· οὐ γὰρ κτείνειε Παρσώνδην, ἀλλὰ ὑβρισθεὶς καὶ δεινὰ παθὼν ἀνθυβρίσειεν. «Εἰ δὲ καὶ θανάτου εἴη ἄξιος, ἐμοὶ, ὦ δέσποτα, δὸς, ἔφη, τὴν χάριν ταύτην καὶ τὴν παραίτησιν ὑπὲρ αὐτοῦ. Δώσει δὲ ὁ ἀνὴρ σοὶ μὲν τῷ δεσπότῃ πολὺν (32) χρυσόν τε καὶ ἄργυρον, Παρσώνδῃ δὲ, ποινὴν ὧν ἔδρασεν, ἑκατὸν τάλαντα ἀργυρίου.» Πείθεται τούτοις ὁ βασιλεὺς, καὶ τοῦτο τὸ τέλος ἐκπέμπει Νανάρῳ. Καὶ ὁ μὲν προσεκύνησεν· Παρσώνδης δὲ, κινῶν τὴν κεφαλὴν, «Ὄλοιτο, ἔφη, ὁ πρῶτος χρυσὸν ἐξευρὼν εἰς ἀνθρώπων γένος· διὰ τοῦτο γὰρ ἐγὼ νῦν γέλως γέγονα ἀνδρὶ Βαβυλωνίῳ.» Καὶ ὁ εὐνοῦχος, αἰσθόμενος αὐτὸν βαρέως φέροντα, «Ὦ ̓γαθὲ, ἔφη, παῦσαι ὀργιζόμενος, καί μοι πείθου, φίλος τε γίνου Νανάρῳ, ταῦτα γὰρ ὁ δεσπότης βούλεται.» Ὁ δὲ Παρσώδης καιρὸς ἐτήρει ἀμύνασθαι, εἰ δύναιτο, τόν τε εὐνοῦχον καὶ Νάναρον, καὶ εὗρεν, καὶ ἠμύνατο. Ζήτει ἐν τῷ Περὶ στρατηγημάτων.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
