# Fragmenta 100.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/100.1

XIII. *** [ἀρ]γυροῦ κατὰ τὰ πάτρια, οὔτε μεθυσκομένοις νεανίσκοις παρεῖναι, οὔτε πλείω χρόνον συμποσίῳ παραγενέσθαι ἄχρις ἑσπέρας, οὐδὲ μέντοι δειπνεῖν πρὸ δεκάτης ὥρας, ἔξω Καίσαρος, ἢ Φιλίππου, ἢ τοῦ γήμαντος αὐτοῦ τὴν ἀδελφὴν Μαρκέλλου, ἀνδρὸς σωφρονεστάτου καὶ κατ’ εὐγένειαν ἀρίστου Ῥωμαίων. Αἰδῶ δ’, ἣν πρέπειν (1) ἄν τις τῇ τοιᾷδε ἡλικία ὑπολάβοι, διὰ τὸ ταῖς· ἄλλαις ἀρεταῖς ἐν τῇ μετὰ ταύτην (2) τὴν χώραν ὑπὸ τῆς φύσεως ἀποδεδόσθαι, διαφανέστατα καὶ ἐν ἔργοις ἐδήλου ἐν τῷ βίῳ παντί. Διὰ τοῦτο καὶ μάλιστα Καῖσαρ αὐτὸν περὶ πολλοῦ εποιήσατο, και οὐχ, ὥσπερ οἴονταί τινες, διὰ τὸ γένος μόνον. Ἔγνω μὲν οὖν καὶ πρότερον παῖδα ἀποδεῖξαι, δεδιὼς δὲ, μὴ ἐλπίδι τοσαύτης τύχης ἐπαρθεὶς, ὃ φιλεῖ τοῖς εὐδαιμόνως τρεφομένοις ἕπεσθαι, ἐκλάθοιτο ἀρετῆς καὶ ἐκδιαιτηθείη, συνέκρυψε τὴν γνώμην, ἐν δὲ ταῖς διαθήκαις αὐτὸν υἱοῦνται, ἄπαις ὢν ἀρρὲνων παίδων, καὶ κληρονόμον ἀποδείκνυσι τῆς τύχης πάσης· τετάρτην δὲ μοῖραν τῶν χρημάτων τοῖς ἄλλοις διένειμε φίλοις τε καὶ ἀστοῖς, ὅπερ ὕστερον ἐγένετο δῆλον (3). XIV. Ἐδεήθη δὲ συγχωρῆσαι αὖτῷ παρὰ τὴν μητέρα ἐλθεῖν εἷς τὴν πατρίδα, καὶ δόντος, ᾤχετο. Ὡς δ ̓ ἧκεν οὐχ ἑκὰς Ῥώμης εἰς Ἰάνουκλον, ὓπήντησεν αὐτῶ σὺν πολλῷ πλήθει ἀνθρώπων ὁ λεγόμενος Γαΐου Μαρίου παῖς, σπουδάζων εἰς τὸ γένος ἐγγραφῆναι, καί τινας γυναῖκας προσειληφὼς τῶν Καίσαρος, αἳ ἐμαρτύρουν αὐτῷ τὴν εὐγένειαν. Οὔτε μὴν Ἀντίαν ἔπεισεν, οὔτε τὴν ταύτης ἀδελφὴν καταψεύσασθαι τοῦ σφετέρου οἴκου· προσήπτετο γὰρ τὸ γένος (1) τὸ Καίσαρός τε καὶ τὸ Μαρίου, τῷ γε μὴν νεανίσκῳ ἐκείνῳ οὐδὲν προσῆκον (2) ἠν. Ὃς τότε σὺν πολλῷ πλήθει ὑπαντιάσας ἐσπούδαζε προσλαβεῖν καὶ τὴν τοῦ νέου Καίσαρος γνώμην, εἰς τὴν τοῦ γένους ἐγγραφήν. Πολλὴ δ’ ἐγένετο σπουδὴ καὶ τῶν συνόντων αὐτῷ πολιτῶν, πειθομένων εἶναι παῖδα Μαρίου. Καῖσαρ δ’ ἐν ἀπορίᾳ δεινῇ γενόμενος ἐσκόπει, τί χρὴ ποιεῖν· τό τε γὰρ ἀσπάζεσθαι ὡς συγγενῆ, ὃν οὒκ ᾔδει, ὁπόθεν εἴη, οὐδ’ ἡ μήτηρ αὐτῷ συνεμαρτύρει, χαλεπὸν ἦν, τό τε διωθεῖσθαι τὸν νεανίσκον καὶ τὸ σὺν αὐτῷ πλῆθος τῶν πολιτῶν, ἄλλως τε καὶ αἰδοῦς ὄντι μεστῷ, πολλὴν δυσχέρειαν εἶχεν. Ἀποκρίνεται γοῦν, ἠρέμα διωσάμενος τὸν ἄνθρωπον, ὅτι Καῖσαρ εἴη τοῦ γένους αὐτοῖς ἡγεμὼν, καὶ τῆς πατρίδος προστάτης, συμπάσης τε τῆς Ῥωμαίων ἀρχῆς· δεῖν οὖν ὡς ἐκεῖνον βαδίζειν, καὶ διδάσκειν περὶ τῆς συγγενείας, καὶ εἰ μὲν πείσειεν, ὑπάρχειν εὐθὺς αὐτῷ καὶ σφᾶς τούς τε ἄλλους οἰκείους πεπεισμένους· εἰ δὲ μὴ, οὐδὲν αὐτοῖς εἶναι κοινώνημα πρὸς αὐτόν· ἐν δὲ τῷ μεταξὺ, πρὶν ἢ Καίσαρα τοῦτο γνῶναι, μήτε προσιέναι πρὸς αὐτὸν, μήτε ὡε παρὰ συγγενοῦς τι ἐπιζητεῖν τῶν δικαίων. Ταῦτα ἐμφρόνως ἀποκρινόμενον καὶ οἱ συμπαρόντες ἐπῄνουν, οὐδὲν δὲ ἧττον ὁ νεανίσκος συμπροὔπεμψεν αὐτὸν ἄχρι τῆς οἰκίας. XV. Ὡς δ ̓ ἧκεν εἰς Ῥώμην, κατάγει πλησίον τῆς Φιλίππου οἰκίας καὶ τῆς μητρὸς, καὶ τὴν δίαιταν εἶχε σὺν ἐκείνοις, καὶ οὐκ ἄνευ τούτων διῆγε, πλὴν εἰ μή ποτε καὶ αὐτὸς τῶν ἡλικιωτῶν τινας βούλοιτο ἑστιᾶν· τοῦτο δὲ σπάνιον ἦν. Διατρίβων δ ̓ ἐν τῇ πόλει, ὑπὸ τῆς βουλῆς ἀποδείκνυται εἶναι τῶν πατρικίων. Ὅτι ἔνηφε καὶ ἐγκρατῶς διῆγεν ὁ νέος Καῖσαρ. Θαυμαστὸν δέ τι κἄλλο συνῄδεσαν αὐτῷ οἱ φίλοι· ἐπ ̓ ἐνιαυτὸν γὰρ ὅλον ἐν τοιᾷδε ἡλικίᾳ, ἐν ᾗ μάλιστα σφριγῶσιν οἱ νέοι, καὶ τούτων δ ̓ ἔτι μᾶλλον οἱ εὐτυχεῖς, ἀφροδισίων ἀπείχετο, φωνῆς ἅμα καὶ ἰσχύος προνοῶν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
