# Fragmenta 101.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/101.1

Ὅτι ὁ νέος Καῖσαρ τρίτον ἄγων ἐν τῇ Ῥώμῃ μῆνα ἐνταυθοῖ λοιπὸν (1) παρεπεδήμει, ζηλούμενος μὲν ὑπὸ τῶν ἡλίκων καὶ φίλων, θαυμαζόμενος δὲ ὑπὸ τῶν ἐν τῇ πόλει πάντων, ἐπαινούμενος δ ̓ ὑπὸ τῶν παιδευτῶν. Τετάρτῳ δὲ μηνὶ (2) ἧκεν ἐκ τῆς πατρίδος πεμφθεὶς ὑπὸ τῆς μητρὸς ὡς αὐτὸν ἀπελεύθερος τεταραγμένος καὶ πολλῆς ἀθυμίας μεστὸς, ἐπιστολὴν κομίζων, ἐν ᾗ ἐγέγραπτο (3), ὡς Καῖσαρ μὲν ἐν τῇ συγκλήτῳ ἀποθάνοι ὑπὸ (4) τῶν περὶ Κάσσιον καὶ Βροῦτον. Ἠξίου δὲ τὸν παῖδα ἐπανελθεῖν ὡς αὐτήν· ἀγνοεῖν γὰρ ἔφη καὐτὴ τἀποτοῦδε ἐσόμενα· δεῖν δὲ ἤδη ἄνδρα γίγνεσθαι, καὶ γνώμῃ τε ἃ χρὴ (5) φρονεῖν καὶ ἔργῳ πράττειν, ἑπόμενον τῇ τύχῃ τε καὶ τοῖς καιροῖς. Τοιαῦτα ἐδήλου τὰ παρὰ τῆς μητρὸς γράμματα. Ὅμοια δὲ καὶ ὁ ταῦτα κομίζων ἀπήγγελλεν· ἔφη τε ὡς παραχρῆμα Καίσαρος ἀναιρεθέντος πεμφθείη καὶ οὐδαμῆ διατρίψοιεν, ὡς θᾶττον ἔχοι μαθὼν τὰ γενόμενα βουλεύσασθαι περὶ αὐτῶν· μέγαν (6) δ ̓ εἶναι τὸν κίνδυνον τοῖς τοῦ ἀνῃρημένου συγγενέσι, ὃν δεῖ πρῶτον σκοπεῖν (7) ὅπως διαφεύξεται· οὐ μικρὰν γὰρ εἶναι μερίδα τὴν τῶν σφαγέων, οἳ τοὺς Καίσαρος ἐλαύνουσί τε καὶ ἀναιροῦσι. Ταῦτα ἀκούσαντες, ἐν πολλῷ θορύβῳ ἦσαν, μέλλοντες ὅσον οὔπω δειπνήσειν. Ταχὺ δ ̓ ἡ φήμη καὶ τοῖς ἔξω διήγγελλε καὶ ἀν ̓ ἅπασαν ἐφοίτα τὴν πόλιν τἀκριβὲς μὲν οὐ δηλοῦσα, ὅτι μέντοι κακόν τι μέγα εἴη προσπεπτωκός. Συνῄεσαν γοῦν πολλοὶ περὶ ἄκραν ἑσπέραν σὺν φωτὶ τῶν πρώτων Ἀπολλωνιατῶν, διαπυνθανόμενοι ὑπ ̓ εὐνοίας ὅ τι εἴη τὸ ἠγγελμένον. Βουλευομένῳ δὲ Καίσαρι μετὰ τῶν φίλων ἔδοξε χρῆναι τοῖς ἐπιφανεστάτοις δηλῶσαι, τὸ πλῆθος δὲ ἀποπέμψασθαι (8). Καὶ ἐπεὶ ταῦτα ἔπραξεν, μόλις μὲν ἀπῆλθεν ὁ ὄχλος πεισθεὶς ὑπὸ τῶν πρώτων, καιρὸν δ ̓ ἔσχεν Καῖσαρ περὶ τῶν ὅλων βουλεύσασθαι μετὰ τῶν φίλων, πόρρω τῆς νυκτὸς ἤδη διεληλυθυίας, ὅ τι ποιητέον εἴη, καὶ ὅπως χρηστέον τοῖς πράγμασιν. Πολλῆς δὲ σκέψεως (9) γενομένης, οἱ μὲν παρῄνουν τῶν φίλων ἐπὶ τὸ ἐν Μακεδονίᾳ στράτευμα χωρεῖν, ὃ προεξεπέπεμπτο (10) ἐπὶ τὸν Παρθικὸν πόλεμον (ἡγεῖτο δ ̓ αὐτοῦ (11) Μάρκος Αἰμίλιος), καὶ σὺν αὐτῷ ἥκειν τἀσφαλοῦς ἕνεκεν εἰς Ῥώμην ἐπὶ ἄμυναν τῶν σφαγέων· ὑπάρξειν (12) δὲ καὶ τοὺς στρατιώτας ὑπ ̓ εὐνοίας τῆς πρὸς ἐκεῖνον τοῖς * ἀχθομένους (13)· προσγενήσεσθαι δὲ καὶ τὸν ἀπὸ τοῦ παιδὸς οἶκτον ὀφθέντος τῷ στρατῷ. Ἀλλὰ ταῦτα δυσχερῆ ὑπεφαίνετο ἀνδρὶ κομιδὴ νέῳ καὶ μείζω ἢ κατὰ τὴν παροῦσαν ἡλικίαν τε καὶ ἀπειρίαν, ἄλλως τε καὶ ἀδήλου ἔτι οὔσης (14) τῆς τῶν πολλῶν διανοίας, καὶ πολλῶν ἐφεστώτων ἐχθρῶν. Οὐκ ἐκράτει οὖν ἥδε ἡ γνώμη. Τιμωροί τε (15) ἔσεσθαι Καίσαρι προσεδόκων (16) οἳ καὶ ζῶντος ἀπήλαυον τῆς τύχης, εἴς τε ἀρχὰς καὶ πλοῦτον ὐπ ̓ αὐτοῦ προηγμένοι δωρεάς τε μεγάλας ἔχοντες, καὶ οἵας οὐδ ̓ ὄναρ ἤλπισαν. Ἄλλων δὲ ἄλλα παραινούντων, ὡς ἂν ἐν ἀσκόποις καὶ ἀσταθμήτοις πράγμασι, κράτιστον εἶναι ἐδόκει Καίσαρι τὴν ὑπὲρ τῶν ὅλων βουλὴν ἀναβαλέσθαι ἄχρι ἂν τοῖς καὶ γήρᾳ καὶ φρονήσει διαφέρουσι τῶν φίλων συμμίξας κοινωνοὺς ποιήσαιτο τῆς γνώμης. Ἔδοξεν οὖν δεῖν ἠρέμα ἔχειν καὶ εἰς Ῥώμην βαδίζειν, πρότερον δ ̓ ἐν Ἰταλίᾳ γενόμενον γνῶναι τὰ μετὰ τὴν Καίσαρος τελευτὴν ἐπισυμβάντα, καὶ μετὰ τῶν ἐκεῖ βουλεύσασθαι περὶ τῶν ὅλων. XVII. Καὶ οἱ μὲν πρὸς τὸν πλοῦν παρεσκευάζοντο· Ἀλέξανδρος (1) δὲ ὑποτιμώμενος τό τε γῆρας καὶ τὴν ἀσθένειαν εἰς τὴν πατρίδα, τὸ Πέργαμον, ἀπελύετο. Ἀπολλωνιᾶται δὲ ἀθροισθέντες ἄχρι μέν τινος ἐδέοντο Καίσαρος ὑπὸ φιλοστοργίας μένειν παρὰ σφᾶς· παρέξειν γὰρ αὐτῷ τὴν πόλιν εἰς ὅ τι βούλεται, ὑπό τε τῆς πρὸς αὐτὸν εὐνοίας καὶ τῆς πρὸς τὸν τεθνηκότα εὐσεβείας· καὶ αὐτῷ δὲ ἄμεινον εἶναι, τοσούτων ἐχθρῶν ἐφεστώτων, ἐν φίλῃ πόλει τὰ ἐσόμενα καραδοκεῖν. Ὁ δὲ βουλόμενος παρὼν τοῖς πραττομένοις καιροφυλακεῖν, οὐ παρέλυε τὴν γνώμην, ἀλλ ̓ ἀναγκαῖον ἔφη εἶναι ἀποπλείν· Ἀπολλωνιάτας δὲ τότε (3) ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν ἄρχὴν, ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χάριτας ἐπιδοὺς, καὶ εὐδαίμονα τὴν πόλιν ἐν τοῖς μάλιστα ποιήσας. Τότε δὲ μετὰ δακρύων αὐτὸν ὁ πᾶς δῆμος ἀποσπώμενον προὔπεμψε, θαυμάζων τὸ ἐν τῇ παρεπιδημίᾳ κόσμιον καὶ σῶρον, καὶ ἅμα οἰκτείρων τὴν τύχην. Ἦλθον δ ̓ ὡς αὐτὸν ἐκ τῆς στρατιᾶς οὐκ ὀλίγοι ἱππεῖς τε καὶ πεδοὶ, χιλίαρχοί τε καὶ ἑκατοντάρχαι (4) ἄλλοι τε πάμπολλοι θεραπείας χάριν, οἱ δὲ [καὶ] κατ ̓ ἰδίας χρείας· οἳ τότε παρῄνουν ἐπὶ τὰ ὅπλα χωρεῖν, καὶ αὐτοὶ ὑπισχνοῦντο συστρατεύσειν τε καὶ ἄλλους προσποιήσειν ἐπεξιόντας τὸν Καίσαρος θάνατον. Ὁ δ ̓ ἐπαινέσας αὐτοὺς, οὐδὲν δεῖν ἔφη ἐν τῷ παρόντι· ὅταν μέντοι καλῇ ἐπὶ τὴν τιμωρίαν, ἠξίου ἑτοίμους εἶναι. Οἱ δ ̓ ἐπείθοντο. Καῖσαρ δ ̓ ἀνήχθη τοῖς ἐπιτυχοῦσι πλοίοις, χειμῶνος ἔτι ὄντος σφαλερώτατα, καὶ διαβαλὼν τὸν Ἰόνιον πόντον, ἔσχει τῆς Καλαβρίας τὴν ἔγγιστα ἄκραν, ἔνθα οὐδέν πω σαφὲς διήγγελτο (5) τοῖς ἐνοικοῦσι [περὶ] τοῦ ἐν Ῥώμῃ νεωτερισμοῦ. Ἐκβὰς οὖν ταύτῃ πεζὸς ὥδευεν ἐπὶ Λουπίας (6). Καὶ ὡς ἀφίκετο, ἐντυγχάνει τοῖς ἐν Ῥώμῃ θαπτομένῳ Καίσαρι *, οἳ ἀπήγγελλον τά τε ἄλλα καὶ ὡς ἐν ταῖς διαθήκαις ὡς υἱὸς εἴη Καίσαρος (7) ἐγγεγραμμένος, καὶ τρία μέρη τῶν χρημάτων, τὸ δὲ τέταρτον τοῖς ἄλλοις εἴη δεδομένον, ἐξ οὗ καὶ τῷ δήμῳ δοίη κατ ̓ ἄνδρα ε' καὶ ο' δραχμὰς (8), ἐπισκήψειε δὲ καὶ Ἀντίᾳ τῇ μητρὶ τοῦ παιδὸς τῆς ἑαυτοῦ ταφῆς ἐπιμεληθῆναι, ὅπως τε ὁ ὄχλος βιασάμενος ἐν μέσῃ ἀγορᾷ αὐτὸν καύσειέ τε καὶ θάψειε· τοὺς δὲ περὶ Βροῦτον καὶ Κάσσιον σφαγεῖς κατειληφότας τὸ Καπιτωλιον φρουρεῖν, τούς τε δούλους καλεῖν ἐπ ̓ ἐλευθερίᾳ συμμάχους· τῇ τε πρώτῃ ἡμέρᾳ καὶ δευτέρᾳ, καταπεπληγμένων (9) ἔτι τῶν Καίσαρος φίλων, πολλοὺς αὐτοῖς προσέχειν, ἐπεὶ δ ̓ οἱ ἐκ τῶν περιοικίδων πόλεων κληροῦχοι, οὓς ἐκεῖνος κατῴκισέ τε καὶ ταῖς πόλεσιν ἐγκατέστησεν, ἧκον παμπληθεῖς ὡς τοὺς περὶ Λέπιδον τὸν ἱππάρχην καὶ Ἀντώνιον τὸν συνύπατον Καίσαρος, ἐπεξέναι (10) αὐτοῦ τὸν φόνον ὑπισχνουμένους, σκεδασθῆναι τοὺς πολλούς· ἐκείνους δὲ μονωθέντας μονομάχους τινὰς ἀθροίζειν καὶ ἄλλους, οἷς ἦν ἀκήρυκτος ἔχθρα πρὸς Καίσαρα, οἵ τε τῆς (11) ἐπιβουλῆς ἐκοινώνουν. Καὶ τούτους μέντοι ὀλίγον ὕστερον καταβῆναι πάντας ἐκ τοῦ Καπιτωλίου πίστεις λαβόντας παρὰ Ἀντωνίου δύναμιν ἤδη μεγάλην ἔχοντος καὶ διαμεθιέντος ὲν τῷ παρόντι τὴν ὑπὲρ Καίσαρος ἐπέξοδον· ὃ κἀκείνοις αἴτιον ἐγένετο τοῦ ἀσφαλῶς ἐκ τῆς Ῥώμης ὑπεξελθεῖν (12) ἐς Ἄντιον· πολιορκηθῆναι δ ̓ αὐτῶν ὑπὸ τοῦ δήμου καὶ τὰς οἰκίας, ἡγεμόνος μηδενὸς ἐφεστῶτος, ἀλλ ̓ αὐτοῦ τοῦ πλήθους ὑπὸ τῆς περὶ Καίσαρα εὐνοίας δυσχεραίνοντος τὸν φόνον (13), καὶ μάλιστα ἐπειδὴ τήν τε ἐσθῆτα εἶδεν ᾑμαγμένην καὶ τὸ σῶμα νεοσφαγὲς ἐκκομιζόμενον εἰς ταφὴν, ὅτε καὶ βιασάμενος θάψειεν αὐτὸ ἐν μέσῃ ἀγορᾷ. XVIII. Ταῦτα ὡς ἤκουσε Καῖσαρ ὁ νέος εἴς τε δάκρυα καὶ οἶκτον ὑπὸ μνήμης τἀνδρὸς καὶ φιλοστοργίας ἐρρύη, καινότερόν τε τὸ πένθος ἐποίει. Παυσάμενος δέ ποτε ἀνέμενεν ἕτερα γράμματα παρὰ τῆς μητρὸς καὶ τῶν ἐν Ῥώμῃ φίλων, καίπερ οὐκ ἀπιστῶν τοῖς τὰ γινόμενα ἀπηγγελκόσιν· οὐ γὰρ ῥώρα διότι ἂν πλάσαιντο τὰ ψεύδη. Καὶ μετὰ ταῦτα ἀπῆρεν εἰς Βρεντέσιον· ἔγνω γὰρ οὐδένα ἐνόντα τῶν ἐχθρῶν αὐτόθι, πρότερον δ ̓ ὑπιδόμενος (1) μὴ ὑπό του φρουροῖτο ἡ πόλις, οὐκ εἰκῆ τὸν πλοῦν ἐκ τοῦ πέραν ἀπηύθυνεν (2). Ἧκε δ ̓ αὐτῷ καὶ παρὰ τῆς μητρὸς ἐπιστολὴ ἐν ᾗ ἐγέγραπτο δέησις ἰσχυρὰ, ὡς τάχιστα ἀφικέσθαι καὶ ἑαυτὸν ἐκείνῃ τε ἀποδοῦναι καὶ τῷ σύμπαντι οἴκῳ, ὡς μήτις ἐπ ̓ αὐτὸν ἔξωθεν ἐπιβουλὴ συσταίη παῖδα Καίσαρος ἀναδεδειγμένον. Ἐδήλου δ ̓ ὅμοια τοῖς προτερον ἠγγελμένοις, καὶ ὡς ἐπὶ τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐξήγερται ὁ πᾶς (3) δῆμος δυσανασχετῶν ἃ δράσειεν. Ἀπέστειλε δ ̓ αὐτῷ καὶ ὁ πατρῳὸς Φίλιππος, δεόμενος μὴ προσελθεῖν τῇ Καίσαρος κληρονομίᾳ, φυλάξασθαι δὲ καὶ αὐτὸ τοὔνομα, δι ̓ ἃ πάθοι κεῖνος, ζῆν δ ̓ ἀπραγμόνως καὶ ἀσφαλῶς (4). Ὁ δὲ Καῖσαρ ᾔδει μὲν ὑπ ̓ εὐνοίας ταῦτα παραινοῦντα, ἐγίνωσκε δὲ τἀναντία, μεγάλα ἐπινοῶν ἤδη καὶ φρονήματος μεστὸς ὢν, ποιούμενος δὲ ἔδια πόνον καὶ κίνδυνον καὶ (5) ἀνδρῶν ἀπέχθειαν, οἷς οὐκ ἔμελλεν ἀρεστὸς φανεῖσθαι [καὶ] τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχωρήσειν ὅτῳ, οὖν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυμουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης αὐτὸν ἐκ τοῦ δικαιοτάτου· καὶ γὰρ φύσει καὶ νόμῳ τὰς ἀρχὰς αὐτῷ προστήκειν, ἄγχιστα τοῦ (*) γένους ὄντι καὶ ὑπ ̓ αὐτοῦ κείνου παιδὶ τεθειμένῳ· καὶ τὸ ἐπεξελθεῖν δ ̓ αὐτῷ καὶ τιμωρῶσαι τοιαῦτα πεπονθότι πάντων εἶναι δικαιότατον. Ὁ μὲν δὴ ταῦτα ἐφρόνει τε καὶ τὸν Φίλιππον γράφων ἀνεδίδασκεν οὐ μάλα πειθόμενον. Ἀντία δὲ ἡ μήτηρ τὸ μὲν εὐκλεὲς τῆς τύχης καὶ τὸ μέγεθος τῆς δυναστείας ἔχαιρεν ὁρῶσα περιεληλυθὸς (6) τῷ ἑαυτῆς παιδὶ, εἰδυῖα δὲ μεστὸν τὸ πρᾶγμα φόβων τε καὶ κινδύνων, καὶ ἅμα ἑωρακυῖο Καίσαρα τὸν ἑαυτῆς θεῖον οἷα πάθοι, οὐ πάνυ προσίετο πάλιν· ἐῴκει δὲ μεταξὺ ἀμφοτέρων εἶναι τῶν γνωμῶν, τῆς τε τοῦ ἀνδρὸς Φιλίππου καὶ τοῦ υἱέος. Καὶ ἡ μὲν διὰ τοῦτο ἐν φροντίσι μυρίαις ἦν, τοτὲ μὲν ἀνιωμένη, ἐπειδὰν τοὺς ἠρτημένους ἀριθμῆται κινδύνους τῶν συμπάντων ἄρχειν ἀξιοῦντι, τοτὲ δ ̓ ἐπαιρομένη, ἐπειδὰν τὸ μέγεθος τῆς ἐξουσίας τε καὶ τιμῆς λογίζηται. Διὸ ἀποτρέπειν μὲν τὸν παῖδα οὐκ ἐτόλμα μεγάλοις ἐγχειροῦντα καὶ ἐπὶ δικαίαν ἄμυναν ὡρμημένον, οὐ μὴν δὴ οὐδὲ συμπαρορμᾶν διὰ τὸ ἄδηλον τοῦ δαίμονος· συνεχώρει δ ̓ ὅμως τοὔνομα ἔχειν τὸ Καίσαρος, καὶ αὐτὴ πρώτη συνέπαινος ἦν. Πάντων δὲ τῶν φίλων καὶ περὶ τοῦδε ὁ Καῖσαρ πυθόμενος ἃ ἐφρόνουν, οὐδὲν μελλήσας τύχῃ ἀγαθῇ καὶ ἐπ ̓ εὐφήμῳ κληδόνι δέχεται τοὔνομά τε καὶ τὴν υἱοθεσίαν, ἣ καὶ αὐτῷ (7) καὶ πᾶσιν ἀνθρώποις ἀρχὴ ἀγαθῶν ἦν, πολὺ δὲ μάλιστα τῇ πατρίδι καὶ σύμπαντι τῷ Ῥωμαίων γένει. Ἔπεμψε δὲ παραχρῆμα καὶ ἐπὶ τὰς ἐν τῇ Ἀσίᾳ παρασκευὰς καὶ τὰ χρήματα ἃ προὔπεμψε Καῖσαρ πρότερον ἐπὶ τὸν Παρθικὸν πόλεμον. Καὶ ἐπειδὴ ἐκομίσθη, καὶ σὺν αὐτοῖς ὁ ἐτήσιος φόρος τῶν ἐν Ἀσίᾳ ἐθνῶν, ἀρκούμενος Καῖσαρ τοῖς πατρῴοις, τὰ δημόσια εἰς τὸ ταμιεῖον τῆς πόλεως ἀπέπεμψε. Παρῄνουν δὲ καὶ τότε αὐτῷ τῶν φίλων ἔνιοι ἃ (8) καὶ ἐν Ἀπολλωνίᾳ, χωρεῖν ἐπὶ τὰς ἀποικίας τοῦ πατρὸς καὶ τὰ στρατεύματα συγκροτεῖν, κἀκείνους εἰς τὴν ὑπὲρ ἀυτοῦ ἔξοδον (9) ἄλλως τε καὶ τοῦ ὀνόματος μεγάλου **. Ἥδιστα γὰρ καὶ τοὺς στρατιώτας ἡγουμένου τοῦ Καίσαρος υἱέος ἀκολουθήσειν τε καὶ πάντα δράσειν· θαυμαστὴ γάρ τις αὐτοῖς πίστις τε καὶ εὔνοια ὑπῆρχε πρὸς ἐκεῖνον καὶ μνήμη ὧν συγκατειργάσαντο (10) ζῶντι, πόθος τε ἐπὶ τοῦ ἐκείνου ὀνόματος συναγωνίζειν ἣν αὐτοὶ ἐκείνῳ πρότερον περιέθεσαν (ΙΙ) ἀρχήν. Ἀλλὰ τῶνδε μὲν οὐδέπω ὁ καιρὸς ἐφαίνετο εἶναι· ἐσπούδαζε δὲ (12) νομίμως τὰς πατρἰους ἀρχὰς μετιὼν γνώμῃ συγκλήτου μὴ λαβεῖν δόξαν φιλοτιμουμένου μᾶλλόν περ ἢ νομίμου. Διὸ τῶν φίλων τοῖς πρεσβυτάτοις τε καὶ ἐμπειρίᾳ προὔχουσι μάλιστα ἐπείθετο (13), ἀπό τε Βρεντεσίου ὥρμησεν ἐπὶ Ῥώμης. XIX. Ἐπιζητεῖ δὲ τοὐντεῦθεν ὁ λόγος ὅπως συστήσειαν τὴν ἐπιβουλὴν οἱ σφαγεῖς ἐπὶ Καίσαρα, καὶ ὡς τὸ σύμπαν κατειργάσαντο, τά τε μετὰ (1) ταῦτα πραχθέντα, κινηθέντων τῶν ὅλων. Διέξειμι οὖν αὐτήν τε πρῶτον καθ ̓ ὅ τι (2) ἐγένετο καὶ ὅπως, τάς τε αἰτίας ὑφ ̓ ὧν συστᾶσα τοσόνδε ἐπεξῆλθεν· ἔπειτα δὲ περὶ τοῦ ἑτέρου Καίσαρος, οὗ ἕνεκα ὅδε ὁ λόγος ὥρμηται, ὅπως τε παρῆλθεν εἰς τὴν ἀρχὴν, καὶ ἐπειδὴ ἀντ ̓ ἐκείνου κατέστη, ὅπως ἔργα πολέμου καὶ εἰρήνης ἀπεδείξατο. Ἦρξαν μὲν οὖν τῆς ἐπιβουλῆς ἄνδρες τὸ μὲν πρῶτον ὀλίγοι, μετὰ δὲ ταῦτα πολλοὶ καὶ ὅσοι οὔτε πρότερον ἐπὶ ἡγεμόνα μνημονεύονται συστῆναι. Φασὶ γὰρ τοὺς μετασχόντας τοῦ λόγου γενέσθαι ὑπὲρ π' (3)· ἐν οἷς μέγιστον ἠδύνατο Δέκμος (4) τε Βροῦτος, φίλος ἐς τὰ μάλιστα ὢν Καίσαρι, καὶ Γάϊος Κάσσιός τε καὶ Μάρκος Βροῦτος, οὐδενὸς ἧττον παρὰ Ῥωμαίοις τότε ἐπαινούμενος· πάντες δὲ πρότερον ἀντιπόλεμοί τε ἦσαν καὶ τὰ Πομπηίου ηὖξον (*)· ἐκείνου δὲ ἡττηθέντος, γενόμενοι ὑπὸ Καίσαρι, τὸ ἀπ ̓ αὐτοῦ εἰρηνικὸν (5) βίον εἶχον· οὐδὲ, καίπερ Καίσαρος φιλανθρώπως προσαγομένου ἕκαστον (6), ἐν τῇ διανοίᾳ τὸ δύσελπι αὐτῶν ἀφῃροῦντο· ἀμνησίκακος [γὰρ] ἦν (7) τὸ ἦθος πρὸς τοὺς κρατηθέντας διά τινα πραότητα. Καρπούμενος δὴ τὸ ἀπ ̓ ἐκείνου ἀνύποπτον, κατεχρήσαντο αὐτῷ εἰς τὸ μᾶλλόν τι λανθάνειν ἐπιβουλεύοντες ἐπαγωγοῖς τε λόγοις καὶ ἔργοις προσποιήτοις. Αἰτίαι δ ̓ αὐτοὺς ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. Οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδὼν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ ̓ ἐκείνου ἔσεσθαι, τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧς πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολωλότων ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχὴν, ζητοῖεν δὲ κατ ̓ ἰσονομίαν πολιτεύεσθαι. Ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ ̓ ὧς ἔτυχε προφάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέστησεν, ἔπειτα πολὺ πλείους προσήγετο, τοὺς μὲν αὐτεπαγγέλτους (8) κατ ̓ ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμπραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. Ἦσαν δέ τινες οἱ κατ ̓ οὐδέτερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀνδρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δημοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί τε (ἂν), εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ ̓ ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ ̓ ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ (9) καί τι δέοι παθεῖν οὐκ ὀκνοῦντες. Πολλὰ δ ̓ ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔκλεια (10) τῶν καταλελυκότων καὶ δημοκρατίαν πρῶτον καταστησαμένων. Οἵ τε φίλοι πρότερον ὄντες τῷ Καίσαρι οὐκέθ ̓ ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ ̓ ἐκείνου δὲ σωθέντας. Οὐ μὴν οὐδὲ αὐτοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρχεν, ἀλλ ̓ ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην ἐνεποίει, ἀλλ ̓ ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμενοι παρωξύνοντο (12). Πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τὸ δι ̓ ἐκείνου σεσῶσθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ ̓ ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν τάδ ̓ ἃ (13) κατὰ πολλὴν εὐμάρειαν κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. Καὶ μὲν δὴ κἀκεῖνα τὰ ἔθη αὐτῶν διάφορα ἤδη ἦν, τῶν τε συστρατευομένων πάλιν ἐν ἰδιωτῶν (14) μοίρᾳ τῶν τε ἡγεμόνων καὶ οὐ τιμῆς μεταποιουμένων· τὰ μὲν ὅτι συγκατελέλεκτο (15) εἰς τὸ ἀρχαῖον στρατιωτικὸν τὸ πολέμῳ ἁλοῦν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. Ἥχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ ̓ αὐτῶν αἰχμαλώτοις γενομένοις, ἔστι δ ̓ ὑφ ̓ ὧν καὶ παρωθούμενοι τιμῆς. Πολλοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ ̓ αὐτοῦ διαφερόντως ἀνιαρὸν ἦν κατά τε χρημάτων δόσεις καὶ ἀρχῶν συντάξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. Αὐτός τε ἐκεῖνος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως, πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι, τοῖς μὲν πολλοῖς ἐθαυμάζετο, τοῖς δὲ μεγάλοις καὶ δυναστείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. Παντοδαπὰ οὖν συνέστη φῦλα ἐπ ̓ αὐτὸν ἀνδρῶν μεγάλων, μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκάστων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων (16) καὶ ἀπὸ τῶν οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις. Ἕκαστός τε (17) ἕκαστον συνιστάμενον παρώξυνον (18), καὶ τὸ εἰς ἀλλήλους βέβαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν (19) ἐγκλημάτων παρείχοντο. Δι ̓ ὃ καὶ τοσούτων γενομένων τῶν συστάντων, οὐδεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. Φασὶ δέ τινες ὀλίγον πρὸ τοῦ θανάτου γραμματίδιον (20) αὐτῷ ὑπό του δεδόσθαι μηνύον τὴν ἐπιβουλήν· ὃ μετὰ χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀποθανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις. XX. Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ [ἄλλαις] ἐπ ̓ ἄλλαις (1) τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων δὲ μετὰ ἐνέδρας δεχομένων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ [καὶ] (2) ὑποψία ἐγγένοιτο ἐπαχθὴς, ὅδε ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους (3) στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμαζόντων αὐτὸν μᾶλλόν περ ἢ ἐπιβουλευόντων. Μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ ̓ αὐτὰς ἀποδίδοσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κεκυρωμένον. Παντοδαπαὶ δὲ καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλλων ἄλλα διεξιόντων. Οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὐτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐτοῦ τεκεῖν παῖδα Κῦρον (4) φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν. Οἱ δ ̓ ἐν Ἰλίῳ τοῦτο ἔφασαν αὐτὸν μέλλειν καθίστασθαι, διὰ τὴν παλαιὰν πρὸς τὸ Δαρδανιδῶν γένος συγγένειαν. Γενόμενον δέ τι καὶ τόσον παρώξυνε τὰ μάλιστα τοὺς ἐπ ̓ αὐτὸν συνεστῶτας. Ἦν αὐτῷ χρυσοῦς ἀνδριὰς, ὥσπερ ἐψήφιστο, ἐπὶ τῶν ἐμβόλων (5). Τούτου διάδημα ὤφθη περὶ τῇ κεφαλῇ κείμενον· ὑπόπτως δὲ πάνυ πρὸς αὐτὸν ἔχουσι Ῥωμαῖοι, δουλείας οἰόμενοι εἶναι σύμβολον· ἐπελθόντες δὲ τῶν δημάρχων Λεύκιος καὶ Γάϊος ἐκέλευσάν τινι τῶν ὑπηρετῶν ἀναβάντι καθελεῖν (6) αὐτὸ καὶ ῥϊψαι. Τοῦτο γενόμενον Καῖσαρ ὡς ᾔσθετο, καλέσας τὴν σύγκλητον εἰς τὸ τῆς Ὁμονοίας ἱερὸν κατηγόρησε τῶν δημάρχων, φάσκων αὐτοὺς εἶναι τοὺς περιθέντας κρύφα τὸ διάδημα, ὅπως ἂν ἐν φανερῷ αὐτὸν ὑβρίσειαν καὶ δοκοῖεν ἀνδραγαθίζεσθαι ἐπὶ τῇ ἐκείνου ἀτιμίᾳ, ὡς οὐκέτι (7) βουλῆς οὔτ ̓ αὐτοῦ ἐπιστρεφόμενοι· μείζονός τε γνώμης καὶ ἐπιβουλῆς εἶναι αὐτοῖς τὸ δρασθὲν, εἴ πως δύναιντο εἰς τὸ πλῆθος αὐτὸν διαβαλόντες ὡς ἂν δυναστείας παρανόμου ἐρῶντα (8) καὶ αὐτοὶ ἐξάρχοντες νεωτεροποιίας ἀποκτεῖναι. Ταῦτα εἰπὼν, συνδόξαν τῇ συγκλήτῳ, ἤλασεν (9) αὐτοὺς φυγάδας. Καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἕτεροι δ ̓ ἀντ ̓ αὐτῶν δήμαρχοι ἐγένοντο· ὁ δὲ δῆμος ἐβόα βασιλέα τε αὐτὸν εἶναι καὶ ἀναδεῖσθαι μηδὲν ἔτι μέλλοντα, ἐπεὶ καὶ ἡ Τύχη αὐτὸν ἀνέδησεν (10). Ὁ δὲ πᾶν ἂν ἔφη χαρισάμενος τῷ δήμῳ διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τοῦτο [δ ̓] οὔποτε δώσειν, καὶ συγγνώμην ᾐτεῖτο εἰ ἀντιλέγει σώζων τὰ πάτρια· βούλεσθαι γὰρ τὴν ὕπατον ἀρχὴν ἔχειν νομίμως ἢ βασιλείαν παρανόμως. XXI. Τοιαῦτα (1) μὲν δὴ τότε ἐλέγετο· μετὰ δὲ ταῦτα ἑορτὴ ἐν τῇ Ῥώμῃ ἐγένετο χειμῶνος, Λουπερκάλια (2) καλεῖται, ἐν ᾗ γηραιοί τε ὁμοῦ πομπεύουσι καὶ νέοι, γυμνοὶ, ἀληλιμμένοι (3) τε καὶ διεζωσμένοι, τούς τε ὑπαντῶντας κατακερτομοῦντες καὶ τύπτοντες αἰγείαις (4) δοραῖς. Τότε δὲ ἐνστάσης, ἡγεμὼν ᾑρέθη Μάρκος Ἀντώνιος· καὶ προῄει διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔθος ἦν, συνείπετο δὲ αὐτῷ καὶ ἄλλος ὄχλος. Καθημένῳ δὲ Καίσαρι ἐπὶ τῶν ἐμβόλων λεγομένων ἐπὶ χρυσοῦ θρόνου, καὶ ἱμάτιον ἁλουργὲς ἀμπεχομένῳ, πρῶτον Λικίνιος δάφνινον ἔχων στέφανον, ἐντὸς δὲ διάδημα περιφαινόμενον (5), προσέρχεται (ἦν γὰρ ὑψηλὸς ὁ τόπος ἐφ ̓ οὗ Καῖσαρ ἐδημηγόρει, βασταχθεὶς ὑπὸ τῶν συναρχόντων) καὶ (6) κατέθηκεν αὐτοῦ πρὸ τῶν ποδῶν τὸ διάδημα. Βοῶντος δὲ τοῦ δήμου, ἐπὶ τὴν κεφαλὴν τίθεται· καὶ ἐπὶ τοῦτον Λέπιδον καλοῦντος τὸν ἱππάρχην, ὁ μὲν ὤκνει· ἐν τούτῳ δὲ Κάσσιος Λογγῖνος, εἷς τῶν ἐπιβουλευόντων, ὡς δῆθεν εὔνους ὢν, ἵνα καὶ λανθάνειν μᾶλλον δύναιτο, ὑποφθὰς ἀνείλετο τὸ διάδημα καὶ ἐπὶ τὰ γόνατα αὐτοῦ ἔθηκε. Συνῆν δὲ καὶ Πόπλιος Κάσκας (7). Καίσαρος δὲ διωθουμένου καὶ τοῦ δήμου βοῶντος, ταχὺ προσδραμὼν Ἀντώνιος γυμνὸς ἀληλιμμένος (8), ὥσπερ ἐπόμπευεν, ἐπὶ τὴν κεφαλὴν ἐπιτίθησι. Καῖσαρ δὲ ἀνελόμενος αὐτὸ εἰς τὸν ὄχλον ἔρριψε. Καὶ οἱ μὲν τελευταῖοι ἐκρότησαν ἐπὶ τούτῳ, οἱ δὲ πλησίον ἐβόων δέχεσθαι καὶ μὴ διωθεῖσθαι τὴν τοῦ δήμου χάριν. Ἄλλοι γὰρ ἄλλην γνώμην περὶ τῶν δρωμένων εἶχον· οἱ μὲν γὰρ ἐδυσχέραινον, ἅτε δυναστείας δήλωσιν (9) μείζονος ἢ κατὰ δημοκρατίαν· οἱ δὲ χαρίζεσθαι οἰόμενοι συνέπραττον· οἱ δὲ οὐκ ἔξω τῆς γνώμης αὐτοῦ διεθρόουν τοῦτο Ἀντώνιον (10) πεποιηκέναι· πολλοῖς δ ̓ ἦν καὶ βουλομένοις βασιλέα αὐτὸν ἀναμφιλόγως γενέσθαι. Παντοδαπαὶ μὲν φῆμαι ἐν τῷ ὁμίλῳ ἦσαν. Τὸ δ ̓ οὖν δεύτερον Ἀντωνίου ἐπιτιθέντος, ὁ δῆμος ἐβόησε «Χαῖρε βασιλεῦ» τῆς ἑαυτοῦ γλώττης. Ὁ δὲ οὐ δεχόμενος (11) ἐκέλευσεν εἰς τὸ τοῦ Καπιτωλίου Διὸς ἱερὸν ἀποφέρειν αὐτό· ἐκείνῳ γὰρ μᾶλλον ἁρμόττειν. Καὶ πάλιν ἐκρότησαν οἱ αὐτοὶ, ὥσπερ καὶ πάλαι. Λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μὲν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος εἰ γένοιτο ποιητὸς υἱός. Τελευταῖον δὲ ἀσπασάμενος Καίσαρα δίδωσι τῶν παρεστώτων τισὶν ἐπιθεῖναι αὐτὸ ἐπὶ τὴν κεφαλὴν τοῦ πλησίον ἀνδριάντος Καίσαρος· οἱ δὲ ἐπέθεσαν. Ἐν δ ̓ οὖν τοῖς τότε (12) οὐδενὸς ἧττον καὶ τόδε πραχθὲν ἤγειρε θᾶττον τοὺς ἐπιβουλεύοντας, πίστιν ἐν ὀφθαλμοῖς μείζω παρασχὸν τῶνδ ̓ ἃ (13) δι ̓ ὑποψίας εἶχον. XXII. Κίννας δὲ μετ ̓ οὐ πολὺ στρατηγῶν Καίσαρα παραιτησάμενος δόγμα ἐκύρωσεν κατιέναι τοὺς ἀπελαθέντας δημάρχους καὶ, ὥσπερ βούλεται ὁ δῆμος, πεπαυμένους τῆς ἀρχῆς ἰδιώτας εἶναι τῶν κοινῶν μὴ εἰργομένους (τῆς ἀρχῆς) (1). Καῖσαρ δὲ οὐ διεκώλυε τὴν κάθοδον· καὶ οἱ μὲν κατῄεσαν· αὐτὸς γὰρ εἶχε τὴν τούτων ἐξουσίαν, ὥσπερ ἐκέλευσε τὸ δόγμα· καὶ δὴ ἀποδείκνυσι εἰς τὸ ἐπιὸν ὑπάτους Οὐίβιον Πάνσαν (3), καὶ Αὖλον Ἵρτιον· εἰς δὲ τρίτον ἔτος Δέκμον (4) Βροῦτον, ἕνα τῶν ἐπιβούλων, καὶ Μουνάτιον Πλάγκον (5). Κατόπιν δὲ τούτου καὶ ἕτερον ἐπράχθη, ὃ σφόδρα ἤγειρε τοὺς συνεστῶτας. Ἀγορὰν κατεσκεύαζε μεγάλην καὶ ἀξιοπρεπῆ ἐν Ῥώμῃ, καὶ τοὺς τεχνίτας ἀθροίσας τὰ ἔργα εἰς τὴν κατασκευὴν διεπίπρασκεν. Ἐν τούτῳ δὲ αὐτῷ προσῆλθον (6) οἱ Ῥωμαῖοι ἄριστοι τιμὰς φέροντες, ἅστινας τότε ἐψηφίσαντο ἐν κοινῷ. Τούτων δ ̓ ἡγεῖτο μὲν ὁ ὕπατος, συνάρχων τότε αὐτῷ ὢν, κομίζων τὰ ἐψηφισμένα· ῥαβδοφόροι τε προῄεσαν ἔνθεν καὶ ἔνθεν τὸν ὄχλον ἀνείργοντες· συνῄεσαν δὲ τῷ ὑπάτῳ οἵ τε στρατηγοὶ καὶ δήμαρχοι καὶ ταμίαι καὶ ἄλλαι πᾶσαι ἀρχαί· μετὰ δὲ ἡ σύγκλητος ἐν κόσμῳ εἵπετο καὶ ὁ λαὸς (7) ἄπειρος τὸ πλῆθος καὶ ὅσος οὐκ ἄλλος· πολλὴ δὲ ἥ τε ἔκπληξις ἦν καὶ τὸ ἀξίωμα τῶν πρώτων εἰς οὓς τὰ συμπάντων ἀνήρτητο κράτη, θαυμαζόντων ἄλλον κρείττω. Ὁ δὲ προσιόντων ἐκάθητο καὶ διὰ τὸ τοῖς ἐκ πλαγίου ὁμιλεῖν οὔτ ̓ ἐπιστρέψας πρὸς αὐτοὺς τὸ πρόσωπον οὔτε προσέχων, ἀλλ ̓ ὁμοίως διοικῶν ἃ ἐν χερσὶν εἶχεν, εἰς ὃ τῶν πλησίον φίλων τις (8) εἶπεν, Ὅρα τοὺς ἐξ ἐναντίας προσιόντας· καὶ τότε ἀποθέμενος τὰ γραμματίδια ἐπεστράφη (9), καὶ περὶ ὧν ἦλθον ἤκουε. Συνόντες οὖν αὐτοῖς οἱ ἐπιβουλεύοντες τὸ γεγονὸς. (10) καὶ τοὺς ἄλλους τῆς πρὸς αὐτὸν δυσμενείας ἀνέπλησαν καὶ αὐτοὺς ἤδη ἀχθομένους· ὤργων τότε καὶ οἱ ἐπὶ ὀλέθρῳ τῶν συμπάντων, μή τί γε ἐπ ̓ ἐλευθερίᾳ ἐπιχειρεῖν τῷ ἀνδρὶ [βουλόμενοι] (11), καὶ προσεδόκων χειρώσασθαι αὐτὸν ἀνίκητον παντάπασι δοκοῦντα εἶναι· δυσὶ γὰρ καὶ τριακοσίαις μάχαις ἐδόκει συμβαλὼν εἰς ἐκεῖνον τὸν χρόνον ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ (12) οὔποθ ̓ ἡττῆσθαι. Μόνος δὲ πολλάκις ἐξιὼν καὶ φαινόμενος αὐτοῖς ἐλπίδα ἐνεδίδου τοῦ ἐπιβουλῇ ἁλώσιμος εἶναι· ἐμηχανῶντό τε, εἴ πως παραλύσειαν αὐτοῦ τὴν ἀμφὶ τὸ (13) σῶμα φυλακὴν, λόγῳ τε κηλοῦντες ὡς χρεὼν εἴη ἱερὸν αὐτὸν πρὸς πάντων νομίζεσθαι πατέρα τε καλεῖσθαι τῆς πόλεως, καὶ ψηφίσματα περὶ τούτων γράφοντες, εἴ πως ἐκεῖνος τούτοις παραχθεὶς τῷ ὄντι πιστεύσειεν ὑπ ̓ αὐτῶν στέργεσθαι, καὶ τοὺς δορυφόρους ἀπολύσειεν, οἰόμενος τῇ πάντων εὐνοίᾳ φυλάττεσθαι. Ὅπερ γενόμενον πολλὴν αὐτοῖς εἰς τὸ ἔργον ῥᾳστώνην παρέσχε. XXIII. Συνῄεσαν δ ̓ ἐν φανερῷ μὲν οὔποτε βουλευσόμενοι, λάθρα δὲ κατ ̓ ὀλίγους εἰς τὰς ἀλλήλων οἰκίας· καὶ πολλὰ μὲν, ὥσπερ εἰκὸς ἦν, ἐλέχθη τε αὐτοῖς καὶ ἐκινήθη, σκοπουμένοις τοσόνδε ἔργον ὅπως τε ἐπιθήσωνται καὶ ὅποι. Τινὲς μὲν οὖν εἰσέφερον διὰ τῆς ἱερᾶς καλουμένης ὁδοῦ ἰόντι ἐγχειρεῖν· ἐφοίτα γὰρ πολλάκις ἐκείνῃ· ἄλλοι δ ̓ ἐν ταῖς ἀρχαιρεσίαις, ἐν αἷς αὐτὸν ἔδει καθιστάντα ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ τὰς ἀρχὰς διιέναι τινὰ γέφυραν, διακληρωσάμενοι τὸ ἔργον ὅπως οἱ μὲν ὤσειαν αὐτὸν ἀπὸ τῆς γεφύρας, οἱ δὲ ἐπιδραμόντες κτείνειαν (1)· ἄλλοι δὲ ὅταν θέαι μονομάχων ἄγωνται· ὑπόγυοι δ ̓ ἦσαν· ἔνθα καὶ ὅπλα ὁρᾶσθαι παρεσκευασμένα ἐπὶ τὴν πρᾶξιν ἀνύποπτον ἦν διὰ τὸν ἀγῶνα. Οἱ πλεῖστοι δὲ παρῄνουν ἐν τῇ βουλῇ συνεδρεύοντα κτείνειν, ἡνίκα μόνος αὐτὸς ἔμελλεν ἔσεσθαι· οὐ γὰρ συνεισίασιν οἱ μὴ μετέχοντες αὐτῆς, πολλοὶ δ ̓ οἱ ἐπιβουλεύοντες ὑπὸ τοῖς ἱματίοις ἔχοντες ἐγχειρίδια. Καὶ ἐκράτει ἥδε ἡ γνώμη. Συνέλαβε δὲ καὶ τύχη τις εἰς τοῦτο, ποιήσασα ἡμέραν ῥητὴν αὐτὸν ὁρίσαι εἰς ἣν (2) συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. Ἐπεῖ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσιν. Ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοὰν, ἔνθα ἑκάστοτε (3) συνελέγοντο. Τῷ δ ̓ ἄρα ὁ δαίμων διεδείκνυε τὰ ἐνθάδε (4) ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδριάντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τεθνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. Ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. Οἵ τε (5) γὰρ φίλοι ἐκείνης τῆς ἡμέρας ἐκώλυον, διά τινας φήμας οἰωνιζόμενοι, πορεύεσθαι εἰς τὸ βουλευτήριον· ἰατροί τε διὰ νόσον σκοτώδη (6) ἑκάστοτε συμβαίνουσαν αὐτῷ καὶ τότε προσπεσοῦσαν· ἥ τε γυνὴ πάντων μάλιστα, Καλπουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματωθεῖσα (7), ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. Παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλοις τότε νομιζόμενος, «Τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; Καὶ σὺ ὁ τηλικόσδε, γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων κληδόσι (8) προσσχὼν, ὑβρίσεις (9) τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ ἐξιών; Ἀλλ ̓ οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειροπολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα.» Καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν. XXIV. Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο, τάττοντες αὑτοὺς οἱ μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατόπισθεν. Οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βουλευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. Καὶ δῆλον ὡς οὐκ ἐκαλλιέρει. Δυσθυτοῦντες δ ̓ οἱ μάντεις ἕτερα ἐφ ̓ ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν (1) ἐσημαίνετο φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. Ὁ δὲ ἀχθεσθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. Παρόντες δὲ οἱ φονεῖς (2) ἥσθησαν ἐπὶ τούτοις. Ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀναβαλέσθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐκέλευσε (3) καὶ δὴ τοῦτο δρᾶν. Ταχὺ δ ̓ οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. Καὶ ὁ μὲν εἰς τοὺς φίλους διέβλεψεν. Ὁ δὲ Βροῦτος αὑτῷ πάλιν παραστὰς, «Ἴθι, ὦ ἀγαθὲ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει, μὴ ἀναβάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιούμενος.» Καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος (ἐγγὺς δ ̓ ἦν καὶ τὸ συνέδριον ἦγεν αὐτόν. Ὁ δὲ εἵπετο σιωπῇ. Εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγκλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. Οἱ δὲ μέλλοντες ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. Πρῶτος δὲ πάντων ἐπ ̓ αὐτὸν καθίετο (4) Τύλλιος Κίμβρος (5), ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. Ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνίστασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ ̓ ἐπιστρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάντες γυμνώσαντες τὰ ἐγχειρίδια, ἐπ ̓ αὐτὸν ὥρμησαν. Καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας (6) κατὰ τὸν ἀριστερὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ ̓ αὐτὴν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη (7). Καῖσαρ δ ̓ ἀνέστη (8) ὡς ἀμυνόμενος ἐπ ̓ αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλλάδι γλώττῃ ὑπὸ θορύβου. Ὁ δ ̓ ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ τῆς πλευρᾶς. Μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι· Δέκμος δὲ Βροῦτος ὑπὸ ταῖς λαγόσι διαμπερὲς παίει. Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπεκδοῦναι πληγὴν σπεύδων, τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς Μάρκου Βρούτου χειρός. Μινούκιος (9) δὲ καὶ αὐτὸς τύπτων Καίσαρα, παίει Ῥούβριον εἰς τὸν μηρόν. Ἐῴκεσάν τε μαχομένοις ἐπ ̓ αὐτῷ. Πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. Καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς (10) δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς ὃ ε' καὶ λ' (11) λαβὼν τραύματα ἀπέπνευσεν. XXV. Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φυγόντων μετ ̓ ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰομένων αὐτίκα καὶ ἐπὶ σφᾶς τὸ δεινὸν ἥξειν, τῶν δ ̓ ἔξω Καίσαρι συνόντων (1) πάσης οἰομένων εἶναι τῆς βουλῆς τὸ ἔργον καὶ στράτευμα μέγα (2) εἶναι τὸ ἐπὶ τοῦτο ἐληλυθὸς, τῶν δ ̓ ἄλλων ὑπ ̓ ἀγνοίας τοῦ γεγονότος τοῦτο τὸ ἐξαπιναῖον τοῦ θορύβου καὶ τὰ ἐν ὄψει ὁρώμενα (ταχὺ γὰρ οἱ σφαγεῖς τὰ ἐγχειρίδια ᾑμαγμένα ἔχοντες * (3) δειματουμένων τε καὶ δρόμῳ φερομένων. Πάντα δ ̓ ἦν φευγόντων πλέα μετὰ κραυγῆς. Ἐξανέστη δὲ καὶ ὁ δῆμος οὐδενὶ σὺν κόσμῳ φεύγων ἐκ τοῦ θεάτρου (ἐτύγχανε γὰρ θεώμενος μονομαχίας), τὸ μὲν πραχθὲν βεβαίως οὐκ εἰδὼς, ὑπὸ δὲ τῆς πάντοθεν βοῆς ταραττόμενος. Οἱ μὲν γὰρ ἔφασαν τὴν σύγκλητον ὑπὸ τῶν μονομάχων σφάττεσθαι, οἱ δὲ Καίσαρος ἀποσφαγέντος τὴν στρατιὰν ἐφ ̓ ἁρπαγὴν τῆς πόλεως τετράφθαι, ἄλλοι δὲ ἄλλα ὑπελάμβανον. Ἀκοῦσαι δ ̓ οὐδὲν ἦν σαφές· ἄκριτος γάρ τις ἐπεῖχε τάραχος εἰς ὃ τοὺς σφαγέας εἶδον, καὶ Μάρκον Βροῦτον παύοντα τὸν θόρυβον καὶ θαρρεῖν παρακελευόμενον, ὡς οὐδενὸς κακοῦ γεγονότος· ἡ δὲ σύμπασα διάνοια ἦν, καὶ τὰ λόγῳ κομπαζόμενα τοῖς σφαγεῦσιν (4), ὡς τύραννον κτείνειαν. Ἐγένοντο δ ̓ ἐν αὐτοῖς λόγοι, ὡς χρὴ καὶ ἄλλους ἀναιρεῖν, οἳ ἔμελλον σφίσιν ἐναντίως ἔσεσθαι καὶ περὶ τῆς ἀρχῆς αὖθις ἀγωνιεῖσθαι· οὓς ἐπισχεῖν φασὶ Μάρκον Βροῦτον, οὐ δίκαιον λέγοντα εἶναι, πρὸς οὓς ἐμφανῆ μὴ ὑπέστη (5) ἐγκλήματα, τούτους δι ̓ ὑποψίας ἀποφανοῦς ἀποσφάττειν. Καὶ ἐνίκα ταῦτα. Ἐξαίξαντες δὴ τοὐντεῦθεν οἱ σφαγεῖς ἔφευγον θέοντες διὰ τῆς ἀγορᾶς εἰς τὸ Καπιτώλιον, γυμνὰ ἔχοντες τὰ ξίφη, ὑπὲρ κοινῆς ἐλευθερίας ταῦτα βοῶντες εἰργάσθαι. Εἵπετο δ ̓ αὐτοῖς πολὺς μονομάχων καὶ οἰκετῶν ὄχλος, ἐπ ̓ αὐτὸ τοῦτο εὐτρεπής. Διαδρομαὶ δ ̓ εὐρεῖαι ἦσαν ἔν τε ταῖς ὁδοῖς καὶ κατ ̓ ἀγορὰν, διεξελθόντος ἤδη τοῦ λόγου εἰς τὸ πλῆθος, ὅτι σφαγείη Καίσαρ· ἐῴκει τε ἡ πόλις ἁλισκομένῃ. Ἀναβάντες δὲ εἰς τὸ Καπιτώλιον καὶ διανειμάμενοι τὸ χωρίον ἐν κύκλῳ ἐφρούρουν, δεδοικότες, μὴ τὸ Καίσαρος στρατιωτικὸν αὐτοῖς ἐπίοι. XXVI. Ὁ δὲ νεκρὸς ἐκεῖ (1) ἔκειτο ἔνθα ἔπεσεν ἀτίμως πεφυρμένος αἵματι, ἀνδρὸς ἐλάσαντος μὲν πρὸς ἑσπέραν ἄχρι Βρεττανῶν τε καὶ Ὠκεανοῦ, διανοουμένου δ ̓ ἐλαύνειν πρὸς ἕω ἐπὶ τὰ Πάρθων ἀρχεῖα καὶ Ἰνδῶν, ὡς ἂν, κἀκείνων ὑπηκόων γενομένων, εἰς μίαν ἀρχὴν κεφαλαιωθείη γῆς πάσης καὶ θαλάττης τὰ κράτη· τότε δ ̓ οὖν ἔκειτο, μηδενὸς τολμῶντος ὑπομένειν (2) καὶ τὸν νεκρὸν ἀναιρεῖσθαι. Οἱ μὲν γὰρ παρόντες ἐπεφεύγεσαν, οἱ δ ̓ ἔξω ὄντες τῶν φίλων ἐκρύπτοντο ἐν ταῖς οἰκίαις· οἱ δ ̓ ἐξῄεσαν μεταμφεννύμενοι εἴς τε τοὺς ἀγροὺς καὶ τὰ σύνεγγυς χωρία. Παρέστη δ ̓ αὐτῷ τῶν φίλων οὐδεὶς, πολλῶν ὄντων, οὔτε σφαττομένῳ οὔτε μετὰ ταῦτα, ὅτι μὴ Σαβίνος Καλουίσιος καὶ Κηνσωρῖνος. Οὗτοι δὲ ἐπιφερομένων τῶν περὶ Βροῦτον καὶ Κάσσιον μικρὸν ἀντιστάντες ἔφυγον διὰ τὸ ἐκείνων πλῆθος· οἱ δὲ ἄλλοι τὸ κατὰ σφᾶς περιέβλεπον· τοῖς δὲ καὶ βουλομένοις ἦν τὰ γιγνόμενα. Φασί γέ τοί τινα αὐτῶν εἰπεῖν ἐπὶ τεθνηῶτι· «Ἅλις τυράννου θεραπείας.» Οἱκέται δὲ δὴ τρεῖς (3), οἵπερ ἦσαν πλησίον, ὀλίγον ὕστερον ἐνθέμενοι τὸν νεκρὸν εἰς φορεῖον οἴκαδε ἐκόμιζον διὰ τῆς ἀγορᾶς ὁρώμενον, ἔνθεν καὶ ἔνθεν ἀνεσταλμένων τῶν παρακαλυμμάτων, αἰωρουμένας (4) τὰς χεῖρας καὶ τὰς ἐπὶ τοῦ προσώπου πληγάς. Ἔνθα οὐδεὶς ἄδακρυς ἦν, ὁρῶν τὸν πάλαι ἴσα καὶ θεὸν τιμώμενον· οἰμωγή τε πολλὴ καὶ στενὼ (5) συμπαρεπέμπετο ἔνθεν καὶ ἔνθεν ὀλοφυρομένων ἀπό τε τῶν τεγῶν καθ ̓ οὓς ἂν γένοιτο καὶ ἐν ταῖς ὁδοῖς καὶ προθύροις. Καὶ ἐπειδὴ πλησίον τῆς οἰκίας ἐγένετο, πολὺ δὴ μείζων ὑπήντα κωκυτός· ἐξεπεπηδήκει (6) γὰρ ἡ γυνὴ μετὰ πολλοῦ ὄχλου γυναικῶν τε καὶ οἰκετῶν, ἀνακαλουμένη τὸν ἄνδρα, καὶ ἑαυτὴν ὀδυρομένη, ὅτι μάτην προὔλεγε μὴ ἐξιέναι τὴν ἡμέραν ἐκείνην. Τῷ δ ̓ ἤδη μοῖρα ἐφειστήκει πολὺ κρείττων ἢ κατὰ τὴν αὐτῆς ἐλπίδα. XXVI. Καὶ οἱ μὲν αὐτῷ τάφον ηὐτρέπιζον, οἱ δ ̓ αὐτόχειρες, πολλοὺς πρὸ τοῦ ἔργου ἑτοιμασάμενοι μονομάχους, ἡνίκα μὲν ἔμελλον ἐγχειρήσειν, ἵδρυσαν αὐτοὺς ἐν ὅπλοις μεταξὺ τοῦ τε βουλευτηρίου καὶ τοῦ θεάτρου ἐν τῷ Πομπηίου περιπάτῳ. Ἦν δ ̓ ὁ τούτους εὐτρεπίζων Δέκμος Βροῦτος (1), προφάσεσι μὲν ὡς ἐπ ̓ ἄλλο, συναρπάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συνιόντων μονομάχων, ὃς αὑτὸν ἐκείνῳ προαπεμίσθωσεν (ἀγῶνες γὰρ τότε ἦσαν· οὓς δὴ (2) καὶ αὐτὸς δώσειν μέλλων προσεποιεῖτο φιλοτίμως ἔχειν πρὸς τὸν τότε ἀγωνοθέτην)· τῷ δ ̓ ἔργῳ ἡ παρασκευὴ ἐγίνετο ἐπὶ τὸν φόνον, ἵν ̓ εἴ τι ἀντικρούσεται τῶν Καίσαρι ἀμυνομένων, παρείη αὐτοῖς ἡ βοήθεια. Τούτους οὖν ἔχοντες κατέβαινον ἐκ τοῦ Καπιτωλίου καὶ ἄλλο οἰκετῶν πλῆθος. Συγκαλέσαντες δὲ τὸν δῆμον διάπειραν ἔγνωσαν αὐτοῦ καὶ τῶν ἐν τέλει ποιήσασθαι, πῶς ἔχουσι γνώμης πρὸς αὐτοὺς, πότερον ὡς τυραννίδα παύσαντας ἀποδέχοιντο ἢ ὡς φονέας ** μείζω (3) κακὰ ἀπ ̓ αὐτῶν ἐκραγήσεσθαι· οὐ γὰρ ἀπὸ μικρᾶς διανοίας καὶ παρασκευῆς γεγονέναι ταῦτα, οὔτε ὑφ ̓ ὧν ἐπράχθη, οὔτε ἐπὶ οὓς ἠβουλήθη· μεγάλα γὰρ δὴ στρατόπεδα εἶναι τὰ Καίσαρος ἐπικουρικὰ, καὶ μεγάλους ἡγεμόνας τοὺς διαδόχους αὐτοῦ τῆς διανοίας ἀπολελειμμένους. Σιγὴ δὲ τότε παρὰ τὸ ἄηθες ἐν θορύβῳ τῆς γνώμης πολλὴ ἦν (4), καραδοκούντων πάντων, ὅ τι πρῶτον ὡς ἐν τῷ τοιῷδε τολμηθείη, καὶ ἄρξειε τῆς νεωτεροποιίας. Ἐν τούτῳ δὲ Μάρκος Βροῦτος, κατὰ πολλὴν ἡσυχίαν τοῦ δήμου τὸ μέλλον προσδεχομένου, σωφροσύνῃ τε βίου διὰ παντὸς τιμώμενος κατά τε εὔκλειαν προγόνων, καὶ τὴν ἀπ ̓ αὐτοῦ ἐπιείκειαν εἶναι δοκοῦσαν, ἔλεξε τοιάδε. Ζήτει ἐν τῷ Περὶ δημηγοριῶν. XXVII. Μετὰ δὲ τὴν δημηγορίαν ἀναχωρήσαντες πάλιν εἰς τὸ Καπιτώλιον ἐβουλεύοντο περὶ τῶν παρόντων ὃ χρὴ ποιεῖν. Ἔδοξε δ ̓ οὖν αὐτοῖς πέμψαι πρέσβεις πρός τε Λέπιδον καὶ Ἀντώνιον, ὅπως ἂν πείσειαν ἐλθεῖν τε πρὸς αὐτοὺς εἰς τὸ ἱερὸν καὶ ἐν κοινῷ βουλεύεσθαι περὶ τοῦ μέλλοντος συνοίσειν τῇ πόλει, ὑπισχνεῖσθαί τε αὐτοῖς, πάνθ ̓ ὅσα ἔχουσι παρὰ Καίσαρος, ἐν δωρεᾶς μέρει κύρια ποιήσειν, ὥστε τούτων γ ̓ οὕνεκα μὴ διαφέρεσθαι. Τοῖς δ ̓ ἥκουσιν ἐκείνοις ἔφασαν εἰς τὴν ὑστεραίαν ἀπόκρισιν δώσειν. Γενομένων δὲ τούτων περὶ δείλην ὀψίαν πολὺ μείζων κατέσχε τὴν πόλιν θόρυβος. Ἕκαστός τε τὸ καθ ̓ ἑαυτὸν ἐφυλάττετο τοῦ κοινοῦ ἤδη ἀφεστηκὼς, φοβούμενος τὰς ἐξαπίνης ἐπιβουλὰς καὶ ἐπιχειρήσεις (1), τῶν πρώτων ἐν ὅπλοις ὄντων καὶ ἀλλήλοις ἀντικαθημένων, σφίσι δὲ ἔτι ἀδήλου ὄντος τοῦ βεβαίως προστησομένου. Καὶ τότε μὲν ἐπεὶ νὺξ ἦν, διελύθησαν ἀπ ̓ ἀλλήλων· τῇ δὲ ὑστεραίᾳ ἦν μὲν ἐν ὅπλοις Ἀντώνιος ὕπατος ὤν· Λέπιδος δὲ ἀθροίσας οὐκ ὀλίγην στρατιὰν ἐπικούρων, διὰ μέσης ἀγορᾶς διεξῄει ἀμύνειν ἐγνωκὼς Καίσαρι. Ὡς δὲ τοῦτο γεγονὸς εἶδον οἱ πρότερον ἐνδοιάζοντες, συνέρρεον πρὸς αὐτοὺς μεθ ̓ ὅπλων κατὰ ἰδίας ἑταιρείας, καὶ μέγα (2) στράτευμα ἐγένετο. Ἦσαν δὲ οἳ τοῦτο δέει ἔδρων οὐ βουλόμενοι φανεροὶ εἶναι χαίροντες ἐπὶ τῇ Καίσαρος τελευτῇ, ἀλλὰ τῷ συνίστασθαι μετὰ τούτων θεραπεύοντες τὴν ἔπειτα ἐλπίδα. Πολλὰ δὲ ἐπέμπετο καὶ εἰς τοὺς ὑπὸ Καίσαρος εὖ πεπονθότας ἢ πόλεων κατοικησίαις (3) ἢ γῆς κληρουχήσεσι ἢ χρημάτων νομαῖς, ὡς μέλλοι πάντα κινεῖσθαι, εἰ μή τι φανείη καὶ ἀπ ̓ αὐτῶν καρτερόν. Πολλαὶ δὲ καὶ ὀλοφύρσεις καὶ ἱκετεῖαι πρὸς τοὺς ἐκείνου φίλους ἐγίγνοντο, καὶ μάλιστα τοὺς συνεστρατευμένους πρότερον μνημονεύειν παρακελευόμεναι, οἷος ὢν οἷα πάθοιεν ἐρημίᾳ φίλων. Συνέρρεον (4) δὲ ἤδη πολλοὶ κατά τε οἶκτον καὶ φιλότητα, καὶ κέρδη ἴδια δὲ καὶ νεωτερισμοῦ εὑρόντες, καὶ μάλιστα ἐπειδὴ μαλακώτερα τὰ ἐκ τῶν ἐναντίων ἐφαίνετο, καὶ οὐχ ὁποῖα τὸ πρότερον προσεδοκήθη κατὰ ὑπόνοιαν ἰσχύος μείζονος. Ἐλέγετο δ ̓ ἤδη ἐκ τοῦ φανεροῦ, ὅτι χρὴ ἀμύνειν αὐτῷ μηδὲ ἄλλως ποιεῖν μηδὲ περιορᾶν ἀτιμώρητον τὸν φόνον (5). Ἄλλοι δὲ ἄλλα κατὰ συστάσεις ἀθροιζόμενοι ἔλεγον, οἱ μὲν πρὸς τῶνδε, οἱ δὲ πρὸς τῶνδε. Ὅσοι δὲ πολιτείας τι μετεποιοῦντο ἡδόμενοι ἐπὶ τῇ συμπάσῃ (6) μεταβολῇ, ἐκάκιζον τοὺς Καίσαρος σφαγέας, ὅτι οὐχὶ πλείους ἀνέλοιεν τῶν τότε ὑπόπτων, καὶ βέβαιον ἀποδοῖεν σφίσι τὴν ἐλευθερίαν· πράγματα γὰρ αὐτοῖς τοὺς λειπομένους οὐκ ὀλίγα παρέξειν· ἦσαν δ ̓ οἱ προμηθείᾳ πλέονι δοκοῦντες καὶ πείρᾳ τῶν ἐπὶ Σύλλα πρότερόν ποτε συμπεσόντων εἰδότες παρακελεύεσθαι ἐκ μέσου συστῆναι ἀμφοτέροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαντες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πόνον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σφαγεῦσι καὶ τῇ τούτων ἑταιρείᾳ, μεγάλων στρατευμάτων ἐνεστώτων καὶ ἀνδρῶν ἐπ ̓ αὐτοῖς δραστηρίων. Οἱ δὲ περὶ Ἀντώνιον πρὶν μὲν παρασκευάσασθαι, διεπρεσβεύοντο καὶ διελέγοντο τοῖς ἐν Καπιτωλίῳ. Ἐπεὶ δὲ πλήθει ὅπλων καὶ στρατιᾶς ἐθάρρησαν, διοικεῖν ἠξίουν τὰ κοινὰ, παύσαντες τὸν ἐν τῇ πόλει τάραχον. Πρῶτον δὲ ἐν σφίσι βουλὴν προὔθεσαν ὅπως χρὴ ἔχειν πρὸς τοὺς σφαγέας, συγκαλέσαντες τοὺς φίλους. Τῶνδε Λέπιδος μὲν ἀπεφήνατο γνώμην, πολεμεῖν ἄντικρυς αὐτοὺς καὶ τιμωρεῖν Καίσαρι· Ἴρτιος δὲ διαλέγεσθαι καὶ φιλίαν τίθεσθαι. Ἄλλος δὲ τὴν ἐναντίαν εἶπε τῷ Λεπίδῳ, προσθέμενος, ὡς καὶ ἀνόσιον εἴη περιορᾶν νήποινον τὸν Καίσαρος φόνον, καὶ αὐτοῖς μέντοι οὐκ ἀσφαλὲς, ὅσοι ἐκείνῳ ἦσαν φίλοι· καὶ γὰρ εἰ ἐν τῷ παρόντι ἡσυχάζουσιν οἱ αὐτόχειρες, ἀλλὰ δύναμίν γε κτησάμενοι χωρήσουσιν ἐπὶ πλέον. Ἀντώνιος δὲ τῇ Ἰρτίου προσθέμενος γνώμῃ, σώζειν αὐτοὺς ἠξίου. Ἦσαν δ ̓ οἱ ἀποπέμψασθαι παρακελευόμενοι ἐκ τῆς πόλεως ὑποσπόνδους (8). XXVIII. Μετὰ δὲ θάνατον καὶ κηδείαν τοῦ μεγάλου Καίσαρος συνεβούλευσαν οἱ φίλοι Καἰσαρι τῷ νέῳ Ἀντώνιον ποήσασθαι φίλον καὶ τῶν πραγμάτων ἐπιμελητήν. ** Πολλῶν (1) δὲ καὶ ἄλλων αἰτίων συμβάντων πρὸς τὴν πρὸς ἀλλήλους διαφορὰν, ἐδόκει αὐτοῖς τὴν ἔχθραν ἐξάπτειν μᾶλλον πρὸς ἀλλήλους, διάφορος μὲν ὢν (2) πρὸς Καίσαρα, συμπράττων δ ̓ Ἀντωνίῳ. Καῖσαρ δ ̓ οὐδὲν ὀρρωδῶν ἐκ τοῦ μεγαλόφρονος, θέας ἐποίει (3) ἐνστάσης ἑορτῆς ἣν ὁ πατὴρ αὐτοῦ κατεστήσατο Ἀφροδίτῃ, Καὶ αὖθις προσελθὼν (4) σὺν πλείοσιν ἔτι καὶ φίλοις, παρεκάλει Ἀντώνιον, συγχωρῆσαι τὸν δίφρον μετὰ τοῦ στεφάνου τίθεσθαι τῷ πατρί. Ὁ δ ̓ ὅμοια ἠπείλησεν, εἰ μὴ τούτων ἀποστὰς ἡσυχίαν ἄγοι. Καὶ ὃς ἀπῄει καὶ οὐδὲν ἠναντιοῦτο, κωλύοντος τοῦ ὑπάτου· εἰσιόντα γε μὴν αὐτὸν εἰς τὸ θέατρον ἐκρότει ὁ δῆμος εὖ μάλα καὶ οἱ πατρικοὶ στρατιῶται ἠχθημένοι (5) διότι τὰς πατρῴους ἀνανεούμενος τιμὰς διεκωλύθη, ἄλλους τε ἐπ ̓ ἄλλοις κρότους ἐδίδουν παρ ̓ ὅλην τὴν θέαν ἐπισημαινόμενοι (6). Ὁ δὲ τὸ ἀργύριον ἠρίθμει τῷ δήμῳ· ὅπερ αὐτῷ μεγάλην εὔνοιαν παρέσχεν. Ἐξ ἐκείνης δὲ τῆς ἡμέρας μᾶλλόν τι φανερὸς ἦν Ἀντώνιος δυσμενῶς ἔχων πρὸς Καίσαρα, ἐμποδὼν γενόμενος τῇ τοῦ δήμου σπουδῇ πρὸς αὐτόν (7)· ἑώρα τε Καῖσαρ (8), ὅπερ αὐτῷ ἐκ τῶν τότε παρόντων καταφανὲς γενόμενον, προστασίας δεόμενος πολιτικῆς· ἑώρα δὲ καὶ τοὺς ὑπάτους ἐκ τοῦ φανεροῦ ἀνθεστῶτας ἰσχύν τε πολλὴν ἔχοντας καὶ ἄλλην ἔτι σφίσι προσποιοῦντας. Καὶ γὰρ τὸ ταμιεῖον τῆς πόλεως, ὃ πολλῶν χρημάτων ὁ πατὴρ αὐτοῦ ἐνέπλησεν, ἐντὸς δυοῖν μηνοῖν ἢ Καίσαρα τελευτῆσαι κενὸν ἐποίησαν καθ ̓ ἣν τύχοι πρόφασιν ἐν ἀκαταστασίᾳ πολλῇ πραγμάτων ἐκφοροῦντες ἀθρόον τὸ ἀργύριον, καὶ τοῖς σφαγεῦσι φίλοι ἦσαν. Μόνος δ ̓ ἔτι λοιπὸς ἦν Καῖσαρ τιμωρὸς τῷ πατρὶ, διαμεθέντος Ἀντωνίου τὸ σύμπαν καὶ τὴν πρὸς τοὺς φονεῖς ἀγαπῶντος ἀμνηστίαν. Συνῄεσαν οὖν πολλοὶ [μὲν] πρὸς αὐτὸν, οὐκ ὀλίγοι δὲ καὶ πρὸς τοὺς περὶ Ἀντώνιον καὶ Δολοβέλλαν. Ἦσαν δ ̓ οἱ ἐν μέσῳ τὴν ἔχθραν ἀνάγοντες αὐτῶν καὶ πράττοντες τοῦτο *. Τούτων δ ̓ ἦσαν κορυφαῖοι Πόπλιος, Οὐίβιος (9), Λεύκιος, πάντων δὲ μάλιστα Κικέρων. Καῖσαρ δὲ οὐκ ἀγνοῶν (10) ὅντινα τρόπον αὐτῷ συνίασιν οὗτοι παροξύνοντες ἐπὶ Ἀντώνιον, οὐ διωθεῖτο, ὅπως αὐτῶν τὴν βοήθειαν φυλακήν τε ἐρρωμενεστέραν περὶ ἑαυτὸν καταστήσοιτο· ᾔδει γὰρ ἑκάστους ἐλάχιστα μὲν τοῦ κοινοῦ προεστῶτας, περισκοποῦντας δὲ ἀρχὴν καὶ δυναστείαν, ὡς ἂν τοῦ ταῦτα κεκτημένου πρότερον ἐκποδὼν (11) ὄντος, αὐτοῦ δὲ κομιδῆ νεωτέρου καὶ οὐκ ἂν ἀνταρκέσαντος, ὥς γε ὑπολαμβάνειν, πρὸς τοσόνδε τάραχον, ἄλλων ἄλλα προσδοκώντων καὶ ἰδίᾳ σφίσιν ἃ δύναιντο (12) κτωμένων. Ἀνῃρημένης γὰρ τῆς εἰς τὸ κοινὸν γνώμης, κατὰ πολλὰ δὲ μέρη τῶν δυνατῶν διεσχισμένων, καὶ ἑκάστων ἑαυτοῖς τὰ κράτη περιποιούντων τὰ σύμπαντα ἢ ὁ πόσα γοῦν δύναιντο παρασπάσασθαι, πολυπρόσωπός τις (*) ἦν καὶ ἀλλόκοτος ἡ ταραχή. Καὶ Λέπιδος μὲν μοῖραν τινὰ τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας, ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπιτάδε, Κελτούς τε τοὺς γειτνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δ ̓ ἐπέκεινα Μουνάτιος (13) Λεύκιος Πλάγκος (14) ὑφ ̓ αὑτῷ ἐπεποίητο σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδεδειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάϊος Ἀσίνιος (15), ἄλλου στρατοῦ ἄρχων, ὑπῆκτο. Δέκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ ̓ ὧν ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος· Μακεδονίᾳ δὲ Γάϊος Βροῦτος ἔφερος (10) ἦν, ὅσον οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ ̓ αὐτὴν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀπεδέδεικτο (17) τῆς Ἰλλυίδος (18) στρατηγός. Τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ τοσοίδε ἄρχοντες, αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, ἀνῃρημένου παντὸς νομίμου καὶ δικαίου, κατ ̓ ἰσχὺν δὲ τὴν ἑκάστοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. Μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμπαν κράτος κατελέλειπτο (19) νομίμως κατά τ ̓ ἐξουσίαν τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστινοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος (20) φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν (τε) ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμασιν· ἅπερ ὕστερον ἐπρυτάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. Ὁ δὲ Καῖσαρ ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικὼς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου (21) γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπιτηρῶν. XXIX. Πρώτη δ ̓ ἐν τῇ πόλει κίνησις γίνεται ἐκ τῶν πατρικῶν αὐτοῦ στρατιωτῶν, ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ ̓ ἀρχὰς μὲν ἐν ἑαυτοῖς λογοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος, τὸν ἐκείνου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος ἢ ὁσίου. Μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι (1) κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν· τούτοις γὰρ κἀκεῖνος ἐθάρρει (2)· καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι, καὶ μεμνῆσθαι ὧν ἐπέσκηψεν ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιορᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπομνημάτων (3) διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ὑποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφελιμωτάτην. Ταῦτα λεγόντων ὡς μὴ δοκοίη ἐναντιοῦσθαι τῇ ὁρμῇ Ἀντώνιος (4), ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴγε μετριάζοι κἀκεῖνος, τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων ἐκείνων καὶ ἐπακροωμένων. Οἱ δ ̓ ἐπῄνουν, καὶ συνέθεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον, καὶ μεσιτεύειν τὰς διαλλαγὰς, εἰ αὐτὸς ἐθέλοι. Συνέφη δ ̓ οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ Διὸς ἱερὸν, ἐκείνους τε ἔπεμψεν (5) ὡς τὸν Καίσαρα. Οἱ δὲ συνερρύησαν ἄσμενοι πολλοὶ καὶ ἦλθον, ὥστ ̓ ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντος τινὸς αὐτῷ, διότι πλῆθος ἥκοι στρατιωτῶν ἐπὶ τὰς θύρας, οἱ δ ̓ ἐντὸς εἶεν ζητοῦντες αὐτόν. Ὁ δὲ ταραχθεὶς, τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπεχώρησε σὺν τοῖς φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν ἀνθρώπων ἐπυνθάνετο διακύπτων ὅ τι βούλοιντο, καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐτοὺς οἰκείους ὄντας στρατιώτας. Οἱ δ ̓ ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν (6) ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέγονε (7) ταῦτα· δεῖν δ ̓ αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. Εἷς δ ̓ αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε, καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. Ἄλλος δὲ μεῖζον ἐπιφθεγξάμενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. Καὶ ὃς θαρρῶν ἤδη ἐπ ̓ αὐτοῖς κατέβη τε (8) καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε καὶ προθυμίᾳ. Ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καῖτώλιον, ἁμιλλώμενοι τῇ σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθόμενοι τῇ Ἀντωνίου δυναστείᾳ, οἱ δὲ κατὰ εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ ̓ ἐλπίδος ἕνεκα τῆς ἀπ ̓ αὐτοῦ, μεγάλα ὠφεληθήσεσθαι σὺν τῷ δικαίῳ προσδοκῶντες, οἱ δὲ τιμωρίαν σπουδάζοντες γενέσθαι παρὰ τῶν σφαγέων ὑπὲρ τοῦ φόνου, καὶ ταύτην μάλιστά γε (9) πράξεσθαι διὰ τοῦ παιδὸς οἰόμενοι, εἰ συλλήπτωρ εἴη καὶ ὁ ὕπατος. Πάντες γε μὴν παρῄνουν αὐτῷ ὑπ ̓ εὐνοίας προσιόντες, μὴ φιλονεικεῖν, ἀλλὰ προσέχειν τῷ σφετέρῳ ἀσφαλεῖ, καὶ ὡς δύναιντο συμπροσλαμβάνειν βοηθοὺς, μεμνημένον ὡς σφαλερὸς εἴη ὁ Καίσαρος θάνατος. Ταῦτα ἀκούων Καῖσαρ, καὶ ὁρῶν τὴν τῶν ἀνθρώπων σπουδὴν οὐκ ἀπεικότως περὶ αὐτὸν, ἧκεν εἴς τὸ Καπιώλιον, ἔνθα πολὺ πλείους ἑώρα πατρικοὺς στρατιώτας, οἷς ἐθάρρει Ἀντώνιος, πολὺ μᾶλλον εὔνους αὐτῷ ὄντας, εἴ τι ἀδικεῖν περὶ αὐτὸν ἐγχειροίη. Ἐκ τούτου ἀπεχώρουν οἱ πλείους· περιλειφθέντες δὲ ἀμφότεροι μετὰ τῶν φίλων διελέγοντο. XXX. Ὅτι τοῦ Καίσαρος εἰς τὴν οἰκίαν ἀπιόντος μετὰ τὸ διαλλαγῆναι πρὸς Ἀντώνιον, μονωθέντα Ἀντώνιον αὖθις ἀνερεθίζεσθαι, τὴν εὔνοιαν ὁρῶντα (1) παραπολὺ τοῦ στρατιωτικοῦ παντὸς ἀπονεύουσαν ὡς πρὸς [Καίσαρα]· ἐκεῖνον μὲν γὰρ ἐποιοῦντο παῖδά τε εἶναι καὶ διάδοχον ἀποδεδεῖχθαι ἐν ταῖς διαθήκαις τῷ τε ὀνόματι ὁμοίως προσαγορεύεσθαι, γενναίαν τε ὑποφαίνειν ἐλπίδα καὶ ἀπὸ τοῦ τῆς φύσεως δραστηρίου (2), εἰς ὃ ὁ Καῖσαρ ἀποβλέψας οὐχ ἧττον ἢ τὴν συγγένειαν ἀποδείξειεν αὐτὸν παῖδα, ὡς μόνον ἐχέγγυον αὐτοῦ τήν τε σύμπασαν ἀρχὴν καὶ τὸ τοῦ οἴκου ἀξίωμα διασώζειν. Ἃ δὴ τότε ἐνθυμιαζόμενος Ἀντώνιος μετεγίνωσκε καὶ ἠλλοίωτο τῇ γνώμῃ, καὶ μάλισθ ̓ ὅτε τοὺς Καίσαρος στρατιώτας ἐν ὀφθαλμοῖς εἶδεν ἑαυτὸν μὲν καταλελοιπότας, Καίσαρα δ ̓ ἐκ τοῦ ἱεροῦ ἀθρόως προπέμποντας. Ἐδόκει δέ τισι μηδ ̓ ἂν ἀποσχέσθαι αὐτοῦ, εἰ μὴ ἐδεδίει τοὺς στρατιώτας, μὴ ἐπ ̓ αὐτὸν ὁρμήσαντες τιμωρίαν ποιοῖντο, καὶ ἀκονιτὶ (3) πᾶσαν αὐτοῦ τὴν μερίδα ἀφέλοιντο. Κατελείπετο γὰρ ἀμφοτέροις στρατεύματα ἔφεδροι. Ὁ μὲν δὴ τοιαῦτα λογιζόμενος ἔμελλέ τε (4) καὶ ὤκνει, καίπερ ἠλλοιωμένος τῇ γνώμῃ· Καῖσάρ γε μὴν πιθανὸς ἀδόλως γεγονέναι σφίσι τὰς διαλλαγὰς, ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ πατρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμὴν, καθότι ὑπέσχετο, εἰς ὃ Ἀντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπῳ τοιῷδε. Ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν, μετεβίβαζε τὰς ἐν αὐτῇ δυνάμεις εἰς Ἰταλίαν· καὶ ἐπεὶ ἧκον, ἐξῄει ἐκ τῆς Ῥώμης ὑπαντησόμενος αὐταῖς ἄχρι Βρεντεσίου. Οἰόμενος δὲ καιρὸν ἐπιτήδειον ἔχειν πρὸς ἃ ἐπενόει, διαδίδωσι λόγον, ὡς ἄρα ἐπιβουλεύοιτο. Καί τινας συλλαβὼν στρατιώτας ἔδησεν ὡς ἐπ ̓ αὐτὸ τοῦτο πεμφθέντας, ὅπως αὐτὸν ἀνέλοιεν· ᾐνίττετο δὲ Καίσαρα, οὐ μήν πω σαφῶς ἐδήλου. Ταχὺ δ ̓ ἡ φήμη κατὰ τὴν πόλιν διήγγελλεν (5), ὡς ἐπιβουλευθείη ὁ ὕπατος, καὶ συλλάβοι τοὺς ἐπ ̓ αὐτὸν ἥκοντας, σύνοδοί τε τῶν ἐκείνου φίλων εἰς τὴν οἰκίαν ἐγίγνοντο, καὶ στρατιωτῶν σὺν ὅπλοις μεταπέμψεις. Περὶ δὲ δείλην ὀψίαν ἔρχεται καὶ εἰς Καίσαρα ὁ (6) λόγος, ὅτι κινδυνεύσειεν Ἀντώνιος ἀποσφαγῆναι, καὶ μεταπέμποιτο τοὺς φυλάξοντας αὐτὸν ἐκείνην τὴν νύκτα. Καὶ παραχρῆμα πέμψας ὡς αὐτὸν, ἕτοιμος ἔφη εἶναι καὶ αὐτὸς σὺν τῇ ἑαυτοῦ θεραπείᾳ παραγενόμενος πρὸς κοίτην αὐτοῦ τἀσφαλὲς παρέχειν, οἰηθεὶς ὑπὸ τῶν περὶ Κάσσιον αὐτὸς καὶ Βροῦτον ἐπιβεβουλεῦσθαι. Καὶ ὁ μὲν ταῦτα ἐφιλανθρωπεύετο, οὐδὲν ὑπονοῶν περὶ τῶν ὑπ ̓ αὐτοῦ λεγομένων τε καὶ βεβουλευμένων. Ἀντώνιος δ ̓ οὖν οὐδ ̓ αὐτὸν παραδέξασθαι τὸν ἄγγελον ἀφῆκεν ἐντὸς τῶν θυρῶν, ἀλλὰ ἀπεῖρξεν ἀτίμως (7). Ὁ δ ̓ ἐπανελθὼν καί τι πλέον ἀκηκοὼς ἀπήγγελλε Καίσαρι, ὡς οὐδὲ τοὔνομα αὐτοῦ διαφέροιτο περὶ τὰς Ἀντωνίου θύρας ἐν τοῖς ἀνθρώποις, ὡς αὐτὸς εἴη ὁ τοὺς φονέας πεπομφὼς Ἀντωνίῳ, οἳ δὴ καὶ δεσμῶται εἶεν. Ὁ δὲ ἀκούσας τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀδοκήτου ἠπίστει· μετὰ δὲ αἰσθόμενος τὴν ὅλην γνώμην, ὡς ἐπ ̓ αὐτὸν εἴη τετραμμένον, μετὰ τῶν φίλων ἐσκόπει ὅ τι χρὴ ποιεῖν. Ἧκε δὲ ὁ Φίλιππος καὶ Ἀτία (8) ἡ μήτηρ διαπορούμενοι τῷ παραδόξῳ, καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη, καὶ τίς ἡ διάνοια τἀνθρώπου· παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδὼν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα ἐκκαλυφθείη. Καὶ, ὃς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς τοιοῦτο, ἔνδεινον ᾤετο (9), ἐκ μέσου ἰέναι καὶ τρόπον τινα καταγινώσκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀσφαλὲς ἐκποδὼν γενόμενος, ἀλλ ̓ ἴσως καὶ διάρας (10) που μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. Τότε μὲν οὖν ἐν τοιούτοις λόγοις ἦν. Τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθίζει ὥσπερ εἰώθει μετὰ τῶν ἑαυτοῦ φίλων, ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι τῶν ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, καὶ (11) διελέγετο πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ καθ ̓ ἡμέραν ἔθους. Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις, ὡς ἐπιβουλευόμενος καὶ πρότερον ὑπὸ Καίσαρος οὐκ ἀγνοοίη, ἐπειδὴ δ ̓ ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι ὡς (12) ἐληλυθὸς τὸ στράτευμα, καιρὸν παράσχοι τοῦτον καθ ̓ αὑτοῦ. Καί τινα τῶν ἐπὶ τὴν σφαγὴν πεμφθέντων (13) ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλλαβεῖν, ἐκείνους δ ̓ εἰς τὸ παρὸν ἀθροῖσαι (14) συνέδριον, ὡς γνώμας ἀκούσειε καὶ ὅπως χρηστέον εἴη τοῖς παροῦσι. Ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνεδροι, ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι, ὥς τι γνοῖεν παρ ̓ αὐτῶν. Καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρὸν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μάλιστα εἴ τις εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ ἡσυχάζειν. Σιωπῆς δ ̓ ἐκ πάντων γενομένης [καὶ] συννοίας (15), διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιεικῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθεσθαι, καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. Ὁ μὲν τοιαῦτα εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον (16)· τρίτῃ δ ̓ ἢ τετάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμένην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου, διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς. XXXI. Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας, οὐδὲν ἧττον ἠγανάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπιβουλῆς εἰς αὐτὸν τοῦτο ἐποιεῖτο τεκμήριον· εἴ τε παροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τεθεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, [καὶ] ταῦτα (1) μηδὲν ἀδικούμενον, ἀλλ ̓ ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρῆσαι καὶ ἐθελῆσαι ἂν ἔτι ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς (2) ἐκ τῆς στρατιᾶς ἔχειν. Ὀργῆς οὖν δικαίας ἐπίμπλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκείνου γνώμης γενομένης, πάντα τε (3) περισκοπῶν ἑώρα οὐχ ἡσυχαστέον ὂν ἑαυτῷ· οὐ γὰρ εἶναι τοῦτο ἀκίνδυνον· ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. Τοῦτο οὖν ἐνθυμούμενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς (*) ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους τῶν ἐκείνου εὐεργεσιῶν, καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθοὺς τούσδε, καὶ χρημάτων δόσει προσαγάγοιτο. Τοῦτο γὰρ αὐτῷ μόνον καὶ ἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπολέσθαι ἀνόμως τε καὶ ἀδίκως, ὃν τρόπον καὶ ὁ πατήρ. Ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων, καὶ θεοῖς θύσας τύχης ἀγαθῆς συλλήπτορας αὐτῷ γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος, ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· [ἦν γὰρ ἐκεῖ ἡ (4)] ἑβδόμη λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι). Διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· (μεῖζόν τε γὰρ ἀξίωμα *)· ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολλῶν συνεληλυθότων ** (5). Καὶ ταῦτα αὐτῷ βουλευομένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις, οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. Ἦσαν δὲ οὗτοι, Μάρκος Ἀγρίππας, Λεύκιος Μικήνας, Κόϊντος Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιος (6). Εἵποντο δὲ αὐτῷ καὶ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ ἑκατοντάρχαι, καὶ οἰκετῶν πλῆθος [καὶ] ὑποζυγίων (7) τά τε χρήματα κομιζόντων καὶ τὰς ἄλλας ἀποσκευάς. Τῇ μητρὶ δ ̓ οὐκ ἐδόκει τὴν γνώμην δηλοῦν, μὴ ὑπὸ φιλοστοργίας ἅμα καὶ ἀσθενείας, οἷα γυνή τε καὶ μήτηρ, μεγάλαις ἐπινοίαις ἐμποδὼν γένοιτο. Ἔλεγε μὲν ἐκ τοῦ φανεροῦ, (ὅτι) ἐπὶ τὰ ἐν Καμπανίᾳ βαδίζειν τῶν πατρῴων χρημάτων, ὡς κἀκεῖνα ἀποδόμενος ἀθροίσειέ τ ̓ ἀργύριον καὶ εἰς ἃ προσέταξεν ὁ πατὴρ ἀναλοῖεν. Ἀλλ ̓ ὁ μὲν οὐ πάνυ τι πείθων αὐτὴν ἀνέζευξε. Τότε δὲ Μάρκος Βροῦτος καὶ Γάϊος Κάσσιος ἐπὶ Δικαιαρχίαν ἦσαν· καὶ πυθόμενοι τὸ πλῆθος τῶν ἐκ Ῥώμης συνεξεληλυότων Καίσαρι, καὶ τῶν ἀγγέλων ἐπί τι μεῖζον ταῦτα διηγουμένων, οἷα φιλεῖ γίνεσθαι, συνεταράχθησαν καὶ ἐν μεγάλῳ δείματι ἦσαν, οἰόμενοι ἐπὶ σφᾶς εἶναι τὴν ἔξοδον. Καὶ φεύγουσι διὰ τῆς Ἀδριανῆς θαλάττης. Καὶ Βροῦτος μὲν εἰς Ἀχαίαν ἧκε, Κάσσιος δ ̓ εἰς Συρίαν (8). Καῖσαρ δὲ τῆς Καμπανίας εἰς Καλλατίαν ἐλθὼν, ἐδέξαντο (9) αὐτὸν, ὡς εὐεργέτου παῖδα καὶ διὰ πλείστης τιμῆς ἦγον. Καὶ τῇ ὑστεραίᾳ ἐγύμνου τὸν πάντα λόγον αὐτοῖς, καὶ παρεκάλει τοὺς στρατιώτας, ὡς ἀδίκως καὶ ὁ πατὴρ ἀποθάνοι καὶ αὐτὸς ἐπιβουλεύοιτο. Ταῦτα λέγοντος οἱ μὲν ἐκ τῆς βουλῆς οὐ πάντα εἰσήκουον, ὁ δὲ δῆμος καὶ μάλα προθύμως καὶ εὐνόως, καὶ τοῦτον ᾤκτειραν, καὶ ἐπεβόων πολλάκις θαρρεῖν· εἰς ἅπαν γὰρ συλλήψεσθαι αὐτὸν (10) καὶ οὐ περιόψεσθαι, ἄχρι ἂν ἐν τῇ πατρῴᾳ κατστήσῃ τιμῇ. Καὶ προσκαλεσάμενος αὐτοὺς εἰς τὴν οἰκίαν, δίδωσιν ἑκάστῳ φ' δραχμὰς, καὶ τῇ ὑστεραίᾳ τοὺς βουλευτὰς συγκαλέσας παρεκάλει μὴ ἀπολείπεσθαι τῆς τοῦ δήμου εὐνοίας μεμνημένους Καίσαρος, ὃς αὐτοῖς τήν τε κατοικίαν καὶ τὴν τιμὴν περιέθηκε· πείσονται (12) δ ̓ οὐκ ἐλάττω ἀγαθὰ ὑπ ̓ αὐτοῦ· προσήκειν τε οὐκ Ἀντωνίῳ ἀλλ ̓ ἑαυτῷ καὶ καρποῦσθαι τὴν ἀπ ̓ αὐτῶν ὠφέλειαν καὶ χρῆσθαι τῇ δυνάμει τε καὶ τοῖς ὅπλοις. Καὶ μείζονι σπουδῇ ὥρμηντο βοηθεῖν αὐτῷ, [καὶ] συνάρασθαι πόνον τε καὶ κίνδυνον εἰς δέοι. Ὁ δὲ Καῖσαρ ἔπαινέσας τὴν προθυμίαν παρεκάλεσε συμπροπέμψαι αὐτὸν καὶ τἀσφαλὲς τῷ σώματι παρασχεῖν ἄχρι τῆς ἀστυγείτονος ἀποικίας. Ὁ δὲ δῆμος μάλα ἡδόμενος ἐπ ̓ αὐτῷ ἀσμένως ὑπήκουσε, καὶ σὺν τοῖς ὅπλοις ἤγαγον εἰς τὴν δευτέραν ἀποικίαν. Ἀθροίσας [δὲ] καὶ τούτους εἰς ἐκκλησίαν ὅμοια διελέχθη. Καὶ πείθει ἀμφότερα τὰ τάγματα εἰς Ῥώμην αὐτὸν παρὰ τὰς ἄλλας κατοικίας προπέμψαι, τήν τε Ἀντωνίου βίαν, εἴ τι κινοῖ, ἐρρωμένως ἀμύνεσθαι. Προσκατέλεξε δὲ καὶ ἄλλους στρατιώτας μεγάλοις μισθοῖς, καὶ τοὺς μὲν νεολέκτους ἐγύμναζέ τε καὶ ἀνεδίδασκε κατὰ τὴν ὁδὸν ἰδίᾳ τε καὶ κοινῇ πάντας, διαλεγόμενος ἐπὶ Ἀντώνιον ἥκειν. Πέμπει δ ̓ ἑτέρους τῶν ἑπομένων φρονήσει τε καὶ τόλμῃ διαφέροντας εἰς τὸ Βρεντέσιον, εἴ πως δύναιντο καὶ τοὺς νεωστὶ ἥκοντας ἐκ Μακεδονίας στρατιώτας πεῖσαι τὰ αὑτῶν ἑλέσθαι μεμνημένους Καίσαρος τοῦ πατρὸς, καὶ μηδενὶ τρόπῳ καταπροδόντας τὸν ἐκείνου παῖδα. Εἴρητο δ ̓ αὐτοῖς, εἰ ἐκ τοῦ φανεροῦ μὴ δύναιντο, ἀλλὰ ταῦτα γράψαντας διαρρῖψαι πολλαχοῦ (13) ὡς διαράμενοι οἱ ἄνθρωποι τὰ γράμματα ἀναγινώσκοιεν (14). Προέσκηψε δὲ καὶ τοῖς λοιποῖς ἐλπίδων ἐμπλήσας, ἡνίκα δύναμις αὐτῷ συνέσται, ὡς ἂν ἕλοιντο τὰ αὐτοῦ. Καὶ οἱ μὲν ᾤχοντο.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
