# Fragmenta 116-122

Nicolaus Damascenus, Fragmenta, 116 to 122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/116

Τελχῖνες ἄνθρωποι ὀνομαζόμενοι τὸ ἀνέκαθεν Κρῆτες, οἰκήσαντές [τε] καὶ ἐν Κύπρῳ, μεταναστάντες δ ̓ εἰς Ῥόδον καὶ πρῶτοι τὴν νῆσον κατασχόντες, βάσκανοί τε σφόδρα ἦσαν καὶ φθονεροί· τεχνῖται δὲ ὄντες καὶ τὰ τῶν προτέρων ἔργα μιμησάμενοι Ἀθηνᾶς Τελχινίας ἄγαλμα πρῶτοι ἱδρύσαντο, ὥσπερ εἴ τις λέγοι Ἀθηνᾶς βασκάνου. Κίοι τοὺς ἀποθανόντας κατακύσαντες καὶ ὀστολογήσαντες ἐν ὅλμῳ τὰ ὀστᾶ καταπτίσσουσιν, εἶτα ἐνθέντες εἰς πλοῖον καὶ κόσκινον λαβόντες ἀναπλέουσιν εἰς πέλαγος καὶ πρὸς τὸν ἄνεμον ἐξοδιάζουσιν, ἄχρις ἂν πάντα ἐκφυσηθῇ καὶ ἀφανῆ γένηται. Τριβαλλοὶ τέτταρας φάλαγγας ἐν ταῖς μάχαις ποιοῦνται, τὴν πρώτην τῶν ἀσθενῶν, τὴν ἐχομένην τῶν κρατίστων, τὴν τρίτην τῶν ἱππέων, τελευταίαν τὴν τῶν γυναικῶν, αἳ αὐτοὺς εἰς φυγὴν τρεπομένους κωλύουσι βλασφημοῦσαι. Καυσιανοὶ (Τραυσιανοὶ) τοὺς μὲν γεννωμένους θρηνοῦσι, τοὺς δὲ τελευτήσαντας μακαρίζουσιν. Ταῦροι, Σκυθικὸν ἔθνος, τοῖς βασιλεῦσι τοὺς εὐνουστάτους τῶν φίλων συγκαταθάπτουσιν. Ὁ δὲ βασιλεὺς ἀποθανόντος φίλου ἢ μέρος ἢ τὸ ὅλον ἀποτέμνει ὠτίον, πρὸς τὴν ἀξίαν τοῦ τελευτήσαντος. Σίνδοι τοσούτους ἰχθῦς ἐπὶ τοὺς τάφους ἐπιβάλλουσιν, ὅσους πολεμίους ὁ θαπτόμενος ἀπεκτονὼς ᾖ. Σαυρομάται διὰ τριῶν ἡμερῶν σιτοῦνται εἰς πλήρωσιν. (2) Ταῖς δὲ γυναιξὶ πάντα πείθονται ὡς δεσποίναις. (3) Παρθένον δὲ οὐ πρότερον συνοικίζουσι πρὸς γάμον πρὶν ἂν πολέμιον ἄνδρα κτείνῃ.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
