# Fragmenta 124-132

Nicolaus Damascenus, Fragmenta, 124 to 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/124

Κολχοὶ τοὺς τελευτήσαντας οὐ θάπτουσιν, ἀλλὰ κρεμῶσιν ἀπὸ δένδρων. Κερκέται τοὺς ἀδικήσαντας ὁτιοῦν τῶν ἱερῶν ἀπείργουσιν. Ἐὰν δέ τις κυβερνῶν σκάφος διαμάρτῃ, προσιόντες ἐφεξῆς ἕκαστοι ἐμπτύουσιν αὐτῷ. Μόσυνοι τὸν ἑαυτῶν βασιλέα τρέφουσιν ἐν πύργῳ κατάκλειστον. Ἐὰν δέ τις δόξῃ κακῶς ποτε βεβουλεῦσθαι, τῷ λιμῷ αὐτὸν ἀποτείνουσι. Τὸν δὲ τρεφόμενον σῖτον ἐξ ἴσου διαιροῦσι, μέρος κοινῇ ἐξελόντες τοῖς ἀφικνουμένοις ξένοις. Θύνοι τοὺς ναυαγοὺς φιλανθρώπως δεχόμενοι φίλους ποιοῦνται, τῶν δὲ ξένων τοὺς μὲν ἀκουσίως ἐλθόντας σφόδρα τιμῶσι, τοὺς δ ̓ ἑκουσίως κολάζουσιν. Φρύγες ὅρκοις οὐ χρῶνται οὔτ ̓ ὀμνύντες οὔτ ̓ ἄλλους ἐξορκοῦντες. (2) Ἐὰν δέ τις παρ ̓ αὐτοῖς γεωργικὸν βοῦν ἀποκτείνῃ ἢ σκεῦος τῶν περὶ γεωργίαν κλέψῃ, θανάτῳ ζημιοῦσι. Φρύγες οὐ κατορύττουσι τοὺς ἱερεῖς τελευτήσαντας, ἀλλ ̓ ἐπὶ λίθους δεκαπήχεας τιθέασιν ὀρθούς. Λύκιοι τὰς γυναῖκας μᾶλλον ἢ τοὺς ἄνδρας τιμῶσι καὶ καλοῦνται μητρόθεν, τάς τε κληρονομίας ταῖς θυγατράσι λείπουσιν, οὐ τοῖς υἱοῖς. (2) Ὃς δ ̓ ἂν ἐλεύθερος ἁλῷ κλέπτων, δοῦλος γίνεται. (3) Τὰς δὲ μαρτυρίας ἐν ταῖς δίκαις οὐκ εὐθὺ παρέχονται, ἀλλὰ μετὰ μῆνα. Πισίδαι δειπνοῦντες ἀπάρχονται τοῖς γονεῦσιν, ὡς ἡμεῖς θεοῖς παρασπονδίοις (περισπονδίοις Orelli). (2) Ἡ δὲ μεγίστη κρίσις ἐστὶ παρακαταθήκης· τὸν δὲ ἀποστερήσαντα θανατοῦσιν. (3) Ἐὰν δὲ μοιχὸς ἁλῷ, περιάγεται τὴν πόλιν ἐπὶ ὄνου μετὰ γυναικὸς ἐπὶ ἡμέρας τακτάς. Ἀσσύριοι τὰς παρθένους ἐν ἀγορᾷ πωλοῦσι τοῖς θέλουσι συνοικεῖν, πρώτας μὲν τὰς εὐγενεστάτας καὶ καλλίστας, εἶτα τὰς λοιπὰς ἐφεξῆς· ὅταν δ ̓ ἔλθωσιν ἐπὶ τὰς φαυλοτάτας, κηρύττουσι, πόσον τις θέλει προσλαβὼν ταύταις συνοικεῖν, καὶ τὸ συναχθὲν ἐκ τῆς τῶν εὐπρεπῶν τιμῆς ταύταις προστίθενται. (2) Ἀσκοῦσι δὲ μάλιστα εὐθύτητα καὶ ἀοργησίαν. Πέρσαι ὃ μὴ ποιεῖν ἔξεστιν οὐδὲ λέγουσιν. (2) Ἐὰν δέ τις πατέρα κτείνῃ, ὑποβλητὸν αὐτὸν οἴονται. (3) Ἐὰν δέ τινα προστάξῃ ὁ βασιλεὺς μαστιγῶσαι, εὐχαριστεῖ, ὡς ἀγαθοῦ τυχὼν ὅτι αὐτοῦ ἐμνήσθη ὁ βασιλεύς. (4) Ἆθλα δὲ λαμβάνουσι παρὰ τοῦ βασιλέως πολυτεκνίας. (5) Οἱ δὲ παῖδες παρ ̓ αὐτοῖς ὥσπερ μάθημά τι τὸ ἀληθεύειν διδάσκονται.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
