# Fragmenta 144-147

Nicolaus Damascenus, Fragmenta, 144 to 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/144

Ἀρίτονοι τῶν ἐμψύχων οὐδὲν ἀποκτείνουσι. Τὰ δὲ κεράμεα τῶν χρηστηρίων ἐν χρυσοῖς ἐλύτροις φυλάττουσι. Ἐν Παδαίοις, Ἰνδικῷ ἔθνει, οὐχ ὁ θύων, ἀλλ ̓ ὁ συνετώτατος τῶν παρόντων κατάρχεται τῶν ἱερῶν. Αἰτεῖται δ ̓ ἀεὶ παρὰ τῶν θεῶν οὐδὲν ἄλλο πλὴν δικαιοσύνης. Πραύσιοι τοὺς ἀστυγείτονας, ἐὰν λιμῷ πιεσθῶσι, τρέφουσι. Ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ ̓ ἦν· ἵππῳ δὲ Πόδαργος· καὶ κυνὶ Θήραργος, καὶ θεράποντι Βάβης. Θεσσαλὸς, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός· ὤλετο δ ̓ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων.Τούτου τοῦ ἐπιγράμματος μέμνηται Νικόλαος ὁ Δαμασκηνὸς ὡς ἀρίστου.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
