# Fragmenta 15

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/15

Ὅτι βασιλεύοντι τῷ Λαίῳ καὶ γήμαντι Ἐπικάστην παῖδες οὐκ ἐγίνοντο. Τούτων ἕνεκα εἰς Δελφοὺς χρησόμενος τῷ μαντείῳ ἀφίκετο. Ὁ θεὸς δὲ αὐτῷ ἔχρησε παῖδα ποιήσεσθαι (1) ὅστις αὐτὸν ἀποκτείνας τὴν μητέρα γυναῖκα ἕξει. Μετὰ δὲ τὸν χρησμὸν γίνεται τῷ Λαίῳ κόρος, ὅντινα εὐθὺς γενόμενον ἀπέθετο ἐν Κιθαιρῶνι, ὅπως ἂν φθαρείη. Βουκόλοι δὲ Πολύβου τοῦτον ἀνείλοντο· λέγεται δὲ ὁ Πόλυβος Ἑρμοῦ εἶναι· ὃν ἐφευρόντες ἀπεκόμισαν τῷ δεσπότῃ. Ὁ δὲ λαβὼν ἔτρεφεν ὡς ἂν αὐτοῦ γενόμενον, Οἰδίπουν ὀνομάσας· ᾤδει γὰρ τοὺς πόδας ὑπὸ σπαγράνων (2). Περιιόντι δὲ τῷ χρόνῳ ἐπεὶ ἀνὴρ ἐγένετο, ἐπὶ ζήτησιν ἵππων εἰς Ὀρχομενὸν ἀφικνεῖται τῆς Βοιωτίας, καί πως αὐτῶ Λάϊος ἀπαντᾷ, θεωρὸς εἰς Δελφοὺς βκδίζων μετὰ τῆς γυναικὸς Ἐπικάστης. Ὁ δὲ κήρυξ, ὅστις συνῆν αὐτοῖς, ἐκέλευσε προϊὼν τὸν Οἰδίπουν εἶξαι τῷ βασιλεῖ τῆς ὁδοῦ. Ὁ δὲ ὑπὸ μεγαλοφροσύνης τῷ ξίφει πλήξας αὐτὸν καὶ Λάϊον ἐπιβοηθοῦντα ἀπέκτεινε, τῆς δὲ γυναικὸς οὐχ ἥψατο. Ταῦτα δὲ πράξας ἀνέφυγεν εἰς τὸ ὄρος καὶ ἐν τῇ ὕλῃ ἀφανὴς ἐγένετο. Ἐπικάστη δὲ ὀλίγον ὕστερον, ἀφικομένων τῶν θεραπόντων, ἐζήτει τὸν φονέα τοῦ Λαίου· ἐπεὶ δὲ οὐχ εὑρίσκετο, θάψασα αὐτόθι ἐν Λαφυστίῳ Λάϊόν τε καὶ τὸν κήρυκα, ἵναπερ καὶ ἀπέθανον, ἐπανῆλθεν εἰς Θήβας. Ὁ δὲ Οἰδίπους ἐκ τοῦ Ὀρχομενοῦ εἰς Κόρινθον παρὰ Πόλυβον ἀφίκετο, καὶ τὰς ἡμιόνους τοῦ Λαίου, ἤλαυνε γὰρ καὶ ταύτας, ἀγαγὼν Πολύβῳ ἔδωκεν, καὶ λευκαδί (3) συνῆν, καὶ ὡς πάλαι πατέρα αὐτὸν ἐνόμιζεν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
