# Fragmenta 20

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/20

Ὅτι μετὰ τοὺς γάμους Ἡρακλῆς, εἴτε χολῆς ζεσάσης, εἴτε ἄλλῳ τρόπῳ παραφρονήσας καὶ μανεὶς, κτείνει μὲν δύο τῶν Ἰφικλέους παίδων· τὸν γὰρ πρεσβύτατον Ἰόλαον ὁ πατὴρ ἐξήρπασε· κτείνει δὲ τοὺς Μεγάρας υἱεῖς, ὧν τὸν νεώτατον, ἐπιμαστίδιον ὄντα, ἀποσπάσας βίᾳ τῆς μητρὸς, ὀλίγου ἐδέησε Μεγάραν ἀποκτεῖναι ἀντεχομένην τοῦ παιδὸς, εἰ μὴ καὶ ταύτην ἐρρύσατο ἐπελθὼν Ἰφικλῆς. Μετ ̓ οὐ πολὺ δὲ ταῦτα δράσας, ἔννους ἐγένετο καὶ ἐσωφρόνισεν, ἐκλιπεῖν τε διενοεῖτο τὰς Θήβας, ἀχθόμενος ἐπὶ τῇ συμφορᾷ. Ἰφικλῆς δὲ καὶ Λικύμνιος παρεκάλουν αὐτὸν ἀπενιαυτίσαντα, ὡς νόμος ἐστὶν, ἔξω, καὶ καθηράμενον ἐπανελθεῖν εἰς Θήβας, καὶ οἰκεῖν. Ὡς δ ̓ οὐκ ἔπειθον καὶ αὐτοὶ συνεξώρμησαν. Μεγάρα δὲ καὶ αὐτὴ συνεξώρμα, τῆς μητρὸς κωλυούσης (1), τοῦ δὲ πατρὸς συνεπαινοῦντος Κρέοντος. Εὐρυσθεὺς δὲ ὁ Σθενέλου τοῦ Περσέως, αἰσθόμενος τὰ καταλαβόντα Ἡρακλέα, μετεπέμπετο αὐτὸν εἰς Τίρυνθα· ὁ δὲ, εἰς νοῦν βαλόμενος τὸ Ἀμφιτρύωνι χρησθὲν, ὅτι χρεὼν εἴη πείθεσθαι Εὐρυσθεῖ, καὶ ἐσαῦθις μέγα ἕξειν κλέος, ἐναγόντων (2) ἅμα Λικυμνίου καὶ Ἀλκμήνης κατὰ τὴν συγγένειαν, ὥρμησεν εἰς Τίρυνθα μετὰ πάντων. Καὶ ἐπεὶ ἀφίκοντο, Εὐρυσθεὺς Λικυμνίῳ μὲν καὶ Ἰφικλεῖ εὐθέως φίλος ἦν, Ἡρακλέα δὲ ὑφεωρᾶτο, καὶ οὐδαμῶς ᾠκειοῦτο, προσέταττέ τε αὐτῷ τοὺς πόνους ἐκτελεῖν, οὕστινας ἄθλους καλοῦμεν. Ὁ δὲ ἐπείθετο, τῷ μαντείῳ ἑπόμενος. Ζήτει ἐν τῷ Περὶ ἀνδραγαθημάτων.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
