# Fragmenta 25-27

Nicolaus Damascenus, Fragmenta, 25 to 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/25

Νήραβος, πόλις Συρίας. Νικόλαος τετάρτῳ. Τὸ ἐθνικὸν Νηράβιος, ὡς τοῦ Τόρρηβος Τορρήβιος. Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησὶν, ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου· τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν εἰς Συρίαν στρατεῦσαι, κἀκεῖ παρθένου ἐρασθέντα πόλιν κτίσαι, ἣν ἀφ ̓ ἑαυτοῦ οὕτως ὠνόμασε. Τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστορίᾳ. Ὅτι Σαλμωνέως (1) θυγάτηρ ἐγένετο, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς ὑπ ̓ ἀμηχανίας αὑτὴν διειργάσατο (2), πρὶν γάμου κυρῆσαι. Ὁ πατὴρ δὲ αὐτῇ τιμὴν ἔταξεν ἀνὰ πᾶν ἔτος πανήγυριν ἄγεσθαι.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
