# Fragmenta 28

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/28

Ὅτι Καμβλίτας (1) βασιλεὺς Λυδίας. Τοῦτον λέγεται οὕτω γαστρίμαργον σφόδρα γενέσθαι. ὥστε καὶ τὴν αὑτοῦ γυναῖκα ἐπιθύσαντα (2) καταφαγεῖν. Αὐτός γε μὴν, (3) ἑαυτὸν δόξας ὑπὸ φαρμακῶν βεβλάφθαι, περιβοήτου τοῦ πράγματος γενομένου, ξίφος ἔχων, πληθούσης ἀγορᾶς ἐν μέσῳ στὰς εἶπεν· «Ὦ Ζεῦ, εἰ μὲν ἀπ ̓ ἐμαυτοῦ δέδρακα ταῦτα ἃ δέδρακα, τίσαιμι ἐν ἐμαυτῷ τὰς δίκας· εἰ δὲ ὑπὸ φαρμακῶν διαφθαρεὶς, οἱ ἐμὲ φαρμάξαντες πάθοιεν.» Ταῦτα εἶπε, καὶ, ὁρώντων πάντων, ἑαυτὸν ἀπέσφαξε. Καὶ οἱ μὲν τοῦτον ἐκερτόμουν ὡς γαστρίμαργον, οἱ δὲ ᾤκτειρον ὡς φρενοβλαβῆ ὑπὸ φαρμακῶν. Ἐδόξαζον δὲ τὸν Ἰάρδανον (4) ταῦτα πεποιηκέναι διὰ τὸ ἔχθος.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
