# Fragmenta 31

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/31

Μέμνηται δὲ τούτου τοῦ βασιλέως (Ἀδάδου) καὶ Νικόλαος ἐν τῇ τετάρτῃ (1) τῶν Ἱστοριῶν, λέγων οὕτως· «Μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὕστερον τῶν ἐγχωρίων τις, Ἄδαδος ὄνομα (2), πλεῖον ἰσχύσας, Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας, ἔξω Φοινίκης, ἐβασίλευσε. Πόλεμον δὲ ἐξενέγκας πρὸς Δαυίδην (3) βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθεὶς, ὑστάτῃ τῇ παρὰ τὸν Εὐφράτην, ἐν ᾗ ἡττᾶτο, ἄριστος ἔδοξεν εἶναι βασιλέων ῥώμῃ καὶ ἀνδρείᾳ.» Πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησιν, ὡς μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεδέχοντο παρ ̓ ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων οὕτως· «Τελευτήσαντος δ ̓ ἐκείνου οἱ ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον, ἑκάστου παρὰ τοῦ πατρὸς ἅμα τῇ ἀρχῇ καὶ τοὔνομα τοῦτο ἐκδεχομένου, ὥσπερ οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ. Μέγιστον δὲ πάντων δυνηθεὶς ὁ τρίτος, ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν, στρατεύσας ἐπὶ Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην.» Οὐ διήμαρτε δὲ τῆς ἀληθείας· οὗτος γάρ ἐστι Ἄδαδος ὁ στρατευσάμενος ἐπὶ Σαμαρίαν, Ἀχάβου βασιλεύοντος τῶν Ἰσραηλιτῶν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
