# Fragmenta 4

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/4

Ὅτι Ἡρώδης πάλιν (1) διαμεθεὶς τὸν φιλοσοφίας ἔρωτα, ὃ φιλεῖ (2) τοῖς ἐν ὑπεροχῇ οὖσι συμβαίνειν διὰ τὸ πλῆθος τῶν ἐξαλλαττόντων αὐτοὺς ἀγαθῶν, ἐπεθύμησε πάλιν ῥητορικῆς, καὶ Νικόλαον ἠνάγκαζε συρρητορεύειν αὐτῷ, καὶ κοινῇ ἐρρητόρευον. Αὖθις δ ̓ ἱστορίας αὐτὸν [ἔρως] (3) ἔλαβεν, ἐπαινέσαντος Νικολάου τὸ πρᾶγμα καὶ πολιτικώτατον εἶναι λέγοντος, χρήσιμον δὲ καὶ βασιλεῖ, ὡς τὰ τῶν προτέρων ἔργα καὶ πράξεις ἱστοροίη. Καὶ ἐπὶ τοῦτο ὁρμήσας, προὔτρεψε καὶ Νικόλαον πραγματευθῆναι τὰ περὶ ἱστορίαν. Ὁ δὲ μείζονι ἐφέσει (4) ὥρμησεν ἐπὶ τὸ πρᾶγμα, πᾶσαν ἀθροίσας τὴν ἱστορίαν, μέγαν τε πόνον ὑποστὰς καὶ οἷον οὐκ ἄλλος· ἐν πολλῷ δὲ χρόνῳ φιλοπονήσας ἐξετέλεσεν αὐτὴν·, ἔλεγέ τε, ὡς τοῦτον τὸν ἆθλον Εὐρυσθεὺς εἰ προὔτεινεν Ἡρακλεῖ, σφόδρα ἂν αὐτὸν ἀπέτρυσεν. Ἐκ τούτου πλέων εἰς Ῥώμην ὡς Καίσαρα Ἡρώδης, ἐπήγετο τὸν Νικόλαον ὁμοῦ (6) ἐπὶ τῆς αὐτῆς νηὸς, καὶ κοινῇ ἐφιλοσόφουν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
