# Fragmenta 44-48

Nicolaus Damascenus, Fragmenta, 44 to 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/44

Βωταχίδαι (1), τόπος Ἀρκαδίας, ἀπὸ Βωτάχου. Νικόλαος πέμπτῃ· «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφ ̓ οὗ ὁ τόπος Βωταχίδαι ἐν τῇ Τεγέᾳ ἐκλήθη.» Παρώρεια, πόλις Ἀρκαδίας. Λέγεται δὲ καὶ Παρωραία. Οἱ πολῖται Παρωρεῖς. Νικόλαος Παρωρεάτας (2) φησίν. Μεσημβρία, πόλις Ποντική. Νικόλαος πέμπτῳ. Ἐκλήθη ἀπὸ Μέλσου. Βρίαν γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. Ὡς οὖν Σηλυμβρίας ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος, οὕτω Μελσημβρία ἡ Μέλσου πόλις, καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. Χρυσόπολις ἐπίνειον ἀρχαῖόν ἐστιν, ὃ κεῖται μὲν ἐν ἀρχῇ τοῦ Βοσπόρου, μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγραφέων, καὶ Στράβων τε καὶ ὁ Δαμασκηνὸς Νικόλαος καὶ ὁ ἐν λόγοις δὲ θαυμαστὸς Ξενοφῶν ἐν τῇ ἕκτῃ τῆς Κύρου ἀναβάσεως. Σίφνος, περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἐκαλεῖτο δὲ πρότερον Μερόπη (1). Σκύρος νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ· «Σκύρον δὲ τὸν μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες.» Ἀμοργός, νῆσος μία τῶν Κυκλάδων, ἔχουσα πόλεις τρεῖς, Ἀρκεσίνην, Μινώαν, Αἰγιάλην. Ἐκαλεῖτο δὲ καὶ Παγκάλη καὶ Ψυχία ... Νικόλαος δ ̓ Ἀμόργην αὐτὴν καλεῖ, ἥντινα Καρκήσιος, ἀνὴρ Νάξιος, ᾤκισε, καὶ Καρκησίαν ὠνόμασε. Ἀγαμήδη, τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμήδης τῆς Μακαρίας τῆς καὶ Πύρρας ἐπικληθείσης. Ἔστι καὶ κρήνη Ἀγαμήδηδ, ὡς Νικόλαος ε’ (1). Ὑπερδέξιον, χώριον Λέσβου, ἐν ᾧ Ζεὺς ὑπερδέξιος καὶ ὑπερδεξία Ἀθηνᾶ. Ἐθνικὸν Ὑπερδέξιος ... Νικόλαος δὲ πληθυντικῶς Ὑπερδεξίους φησίν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
