Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 49.1
Not analysed yet
Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι, Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχὴν, καὶ ὁμοῦ ἐβασίλευον ἀμφότεροι στέργοντες ἀλλήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους στεργόμενοι. Καί πως ἡ τοῦ Καδύος (1) γυνὴ, Δαμοννὼ (2) λεγομένη, ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρὸς, Σπέρμου (3) ὄνομα, μοιχευθεῖσα, σὺν ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμακον ἔκτεινε μὲν οὕ, εἰς νόσον δ ̓ ἐνέβαλεν. Θεραπευθεὶς δ ̓ ὑπὸ ἰατροῦ ὁ Καδὺς ῥᾷον ἔσχεν. Ἐκ τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ γυνὴ, φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον δ ̓ ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιήσασα (4), κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας (5) ἐφεξῆς. Καλέσασα δ ̓ αὐτὸν ἐπὶ δεῖπνον, ἐλθόντα κατέκλινεν ἵναπερ ὁ βόθρος ἦν. Οἰχομένου δὲ κάτω, ἀπαμησαμένη τὴν γῆν ἄδηλον ἐποίησεν. Μετ ̓ οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν, πολλοὺς Λυδῶν χρήμασι θεραπεύσασα (6), ἔπειτα συνῴκησεν αὐτῷ καὶ βασιλέα ἀπέδειξεν. Ὁ δὲ Ἄρδυς ἐξαπιναίως (7) φυγὼν ὁμοῦ γυναικί τε καὶ θυγατρὶ (8), οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμαξοπηγῶν (9) διέζη, ὕστερον δὲ πανδοκεύων. Φασὶ δ ̓ αὐτὸν τοὺς ἐγκαταγομένους (10) Λυδῶν φιλανθρωπευόμενον, φίλους πάντας ἀποπέμπεσθαι. Τῷ δὲ μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύμην πέμψας τινὰ λῃστὴν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύετο. Ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆμαι τοῦ Σπέρμου τὴν θυγατέρα καὶ χιλίους στατῆρας λαβεῖν δωρεάν. Ἀφικόμενος δ ̓ ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως (11) ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέσκετο Κέρσης καὶ δὴ καὶ τῆς θυγατρὸς αὐτοῦ διακονούσης (12) ἠράσθη· καί πως αὐτὸν (13) εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα ὑπ ̓ αὐτοῦ εὖ πείσεσθαι. Ὁ δ ̓ ἄλλως ὠκ ἂν διδοὺς (14) διὰ τὴν φαυλότητα τἀνθρώπου, ἐπ ̓ εὐγενείᾳ μέγα φρονῶν, ὅμως διὰ τὴν ὑπόσχεσιν δώσειν ὡμολόγησεν. Ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ κατεῖπεν ὁ Κέρσης τὴν ἀλήθειαν, ὅτι οἴκοι ἀναπεισθεὶς ὑπὸ Σπέρμου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοιμος δὲ νῦν εἶναι τὴν (16) Σπέρμου κεφαλὴν κομίσας, ἐπὶ τούτοις τὴν Ἄρδυος γῆμαι θυγατέρα. Ὡς δὲ συνεπένευσεν (17), ἐκέλευσεν αὐτὸν ἀποκείρασθαι τέως κομῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν ἐοικυῖαν τῇ (18) Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἴετο εἰς Λυδίαν. Ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν ἔπεμψεν, ἔφη· «Πάντα διαπέπρακται,» καταθεὶς πρότερον τὴν κεφαλὴν ἐν οἰκίσκῳ. Κελεύσαντος δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων (19) δεικνύναι, ἀλλὰ παρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου. Καὶ ὃς ἐπείσθη, καὶ (20) δείξαντος αὐτῷ χαμαὶ κειμένην, ἐπέκυπτεν ὡς καταμάθοι· ἐν τῷδε ξίφει αὐτὸν παίσας κατέβαλεν, καὶ τὴν κεφαλὴν ἀποτεμὼν διεξέπεσε διὰ τῆς θύρας, καὶ ἔξω πρὸς τὸν Ἄρδυν ἠπείγετο. Οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μὲν, εἰσελθόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ ̓ οὐκ ἐξῄει πολλοῦ χρόνου διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμενον, κεφαλὴν οὐκ ἔχοντα. Γνόντες δὴ τὸ γεγονὸς ἡσυχίαν ἦγον, ἐπιχαίροντες αὐτῷ· ἦν γὰρ δὴξ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν ἡ γῆ. Σπέρμος (21) μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ τοῖς βασιλείοις (22) οὐκ ἀναγράφεται. Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκαταχθεὶς δὲ, ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα διηγήσατο, καὶ τὴν κεφαλὴν ἔδειξε τοῦ Σπέρμου. Ὁ δὲ συμφρονήσας ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ οἴνῳ ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν, εἰς Κύμην ἦλθε παρὰ (23) τὸν Ἄρδυν. Ἐν φροντίδι δ ̓ αὐτῷ ὄντι περὶ τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. Ὁ δὲ, «Πῶς; Σπέρμον (24) ἄρα τεθνηκέναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ γὰρ ταῦτα μέγιστά ἐστιν.» Ἀποκρίνεται Θυεσσὸς (25), τοῦτο γὰρ ἦν ὄνομα τῷ καπήλῳ, «Ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω·» καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. Ὁ δὲ ἡσθεὶς (26) ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι θέλοι ἀντὶ τούτων. Θυεσσὸς δ ̓ εἶπεν· «Οὔτι (27) σὲ οὔτε τὴν θυγατέρα οὔτε χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δὸς, ὅταν βασιλεὺς γένῃ.» Καὶ ὃς ἔδωκεν αὐτῷ. Καὶ Θυεσσὸς ἀνὰ χρόνον ἐκ τοῦ καπηλεύειν ἐπλούτησεν· καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον αὐτοῦ καὶ Ἑρμαῖον εἵσατο (28), Θυεσσοῦ λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν Ἡρακλειδῶν τινάς. Κατελθὼν δὲ ὁ Ἄρδυς ἐβασίλευσεν μετὰ Ἀλκίμιον (29) πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ φιλοδίκαιος. Συνηρίθμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς· ἦν δ ̓ ἱππότης ὁ πλεῖστος, καὶ εὗρεν, ὥς φασι, μυριάδας γ’ ἱππέων. Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν Δάσκυλος Γύγεω γένος Μερμνάδης. Οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ χειρὸς εἶχε. Δείσας οὖν Ἀδυάττης ὁ Ἄρδυος, μὴ, τοῦ πατρὸς τελευτήσαντος, ἐκεῖνος (μὲν) πάνθ ̓ ὑφ ̓ ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει (31) κρύφα Δάσκυλον. Ἡ δ ̓ ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυγίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀνδρός. Ὡς δὲ ταῦτα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη (32), καὶ Λυδοὺς ἐκάλεσεν εἰς ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθεὶς (δεμνιοπετὴς (33) γὰρ ἦν ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐδὲν εἰδὼς οἵτινες ἦσαν, καὶ Λυδοὺς παρεκάλει ζητεῖν τὸν Δασκύλου φόνον, ἐπηρᾶτό τε (34) μυρία τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι τῷ χρῄζοντι κτείνειν αὐτοὺς εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας ο’ ἔτη (35) θνήσκει. Ἐπὶ Μήλεω (36) δὲ βασιλεύσαντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία· καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτράποντο (37). Τοῖς δ ̓ ἐσήμαινε τὸ δαιμόνιον δίκας πράττεσθαι τοῦ Δασκύλου φόνου παρὰ τῶν βασιλέων. Ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγοντα ἐπὶ γ’ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βαβυλῶνα. Ἔπερμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν Δασκύλου παῖδα, Δάσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε, κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου φόνου παρ ̓ αὐτῶν· οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. Ὁ δὲ οὐκ ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα πολυπραγμονεῖν. Μήλης δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Κάδυος, γένος ὄντι τὸ ἀνέκαθεν ἀπὸ Τύλωνος, ὅστις (38) φεύγοντα ἐπετρόπευσε, καὶ κατιόντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη, καὶ τὴν βασιλείαν οἱ ἀπέδωκε πιστῶς. Βασιλεύοντος δὲ (39) Μύρσου (40), Δάσκυλος ὁ Δάσκύλου τοῦ σφαγέντος ὑπὸ Σαδυάττεω (41), μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται ὑπὸ τῶν Ἡρκαλειδῶν φοβηθεὶς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ καταμείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται Γύγης. Ὅτι Σαδυάττης (42) ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρόπῳ τοιούτῳ. Ἦν τις ἐν Σάρδεσι Δασκύλου θεῖος τοῦ εἰς Πόντον ἀποχωρήσαντος, Ἄρδυς ἄνομα, Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ βασιλεῖ ἐνέτυχεν (43) ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ Δάσκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶκος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκείνων δὲ οἰχομένων· ἐπιεικὲς δὲ ἤδη εἶναι σπένδεσθαι τοῖς Δασκυλίοις· καὶ γὰρ τοὺς τοῦ βασιλέως προπάτορας (44) ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς φυγῆς. Ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεὺς, καὶ ὃς ἐπὶ Δάσκυλον πέμψας, εἰς Λυδίαν αὐτὸν ἐκάλει. Ὁ δὲ φιλοχωρῶν οὐχ ὑπήκουσε· τὸν μέντοι παῖδα Τύγην ἔπεμψε, περὶ ιη’ ἔτη γεγονότα. Τοῦτον ἐλθόντα δέχεται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. Ἦν δὲ ὁ Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος, καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆσιν ἤσκει. Καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν (45), εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέγοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. Βασιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι. Ὀλίγου δὲ χρόνου καὶ αὐτὸς, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάττων χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία στέλλων. Ἅπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ ̓ αὐτῶν τούτων μεταβαλὼν (46) ὁ Σαδυάττης (47) ἔστεργεν αὐτὸν, θαυμάζων τὸ δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν ἐνεχείρισεν. Ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. Ἐπεὶ δὲ αὐτὸν σφόδρα ἔστεργε καὶ πάντων μάλιστα προὐτίμα, πολλοὶ δὴ (48) διὰ φθόνον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυλωνίου γένους (49). Οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχθρὸν πατέρων ὄντα μεγάλως ἀσπάζεται καὶ πάντων (50) ἡγεμόνα ἀποδείξει. Ὁ δ ̓ οὐ προσεῖχε τὸν νοῦν, ἀλλ ̓ ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. Ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθε, μαίνεσθαι προσποιηθεὶς, διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν (51) ἐβόα, ὅτι Σαδυάττην (52) τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ Δασκύλου. Ἐκ τούτων [γαμεῖν] ἔμελλε (53) Σαδυάττης τὴν Ἄρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυσῶν (54) βασιλέως, ὅστις πόλιν Ἀρδύνιον (55) ἔκτισεν ἐν Θήβης πεδίῳ. Ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ ̓ αὐτὸ, ἐξέπεμψε παρὰ τὸν πενθερὸν ὡς ἂν κομίσειε τὴν νύμφην. Φασὶ δὲ τέρας (56) αὐτοῖς τοιόνδε συνενεχθῆναι· ἀετοὺς β’ ὑπερμεγέθεις, ἡνίκ ̓ ἔμελλον ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντεις εἰπεῖν, ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. Μετ ̓ οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπεκόμιζεν· ὀχούμενος δ ̓ ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσε, καὶ καρτερεῖν οὐ δυνάμενος, ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσεφιλοφρονεῖτο. Ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. Ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ ̓ ἔφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ ἤθελεν. Ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. Γαῦτα ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ, στέργουσα σφόδρα τὸν Γύγην. Ἡ δὲ πάντ ̓ ἐκείνῳ παραχρῆμα ἤγγειλεν. Ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοὺς φίλους, κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ (57) βοηθεῖν ὁρμῶντι κτείνειν τὸν βασιλέα. Προσανεμίμνησκε δὲ καὶ τῆς Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς Δασκύλου φονεῦσι. Κρίνων δ ̓ οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀποθανεῖν ὑπ ̓ αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ ̓ αὐτὸν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην (58) βασιλεύσαντα ἔτη γ’ (59). Ἕωθεν δὲ καθ ̓ ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦντος, καὶ τοὺς μὲν ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικούρους ἐποιεῖτο. Ἐπεὶ δὲ αὐτῷ πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων τῆς ἀρχῆς πασσυδεὶ (60) ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. Οἱ δὲ τὸ μὲν πρῶτον ἐταράχθησαν, δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύγην ὡρμῶντο· πραύνοντος δ ̓ αὐτοὺς ἐκείνου καὶ λόγον αἰτουμένου, ὡς ἂν διδάξῃ τὸ πλῆθος περὶ ὧν ἠγνόει, μάλιστα τοῦ θορύβου ἔληξαν, τὰ μὲν ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλίτας, καὶ ἐσιώπησαν. Καὶ ἔπεμψαν εἰς Δελφοὺς πευσόμενοι εἰ Γύγην στήσαιντο ἑαυτῶν βασιλέα. Θεὸς δ ̓ ἐκέλευσε τοσόνδε προειπὼν, ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ τῶν Μερμναδῶν (61). Τοὐντεῦθεν Γύγης ὁ Δασκύλου Λυδῶν βασιλεύει, καὶ γαμεῖ τὴν Μυσὴν γυναῖκα, ἥντινα Σαδυάττης (62) ἠγάγετο, οὐδὲν μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον δὲ προεῖπεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας, ἦ μὴν κατορύξειν αὐτὸν ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. Ὁ δ ̓ ἐξετρέπετο τὸν πάντα χρόνον καθ ̓ ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. Συλλαβεῖν δ ̓ οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥήτραν. Καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκείμενα λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ διεξιέναι· αὐτὸς δ ̓ ἔφη ταύτας γινώσκειν. Ὁ δὲ Γύγης ἐκέλευε τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνε (63). Καί πως αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει ἐξ ὀφθαλμῶν τοῦ βασιλέως ὁ Λίξος, ὑποδύεται ὑπὸ τὸ ἅρμα καὶ κρύπτεται. Γύγης (64) δὲ προνοήσας ἐκσπᾶν αὐτὸν ἐκέλευε, καὶ ἐπεὶ ἐξείλκυσαν οἱ θεράποντες καὶ ἐναντίον ἔστησαν τοῦ ἅρματος, εἶπεν ὁ Γύγης· «Ἐνταῦθα δή σε χρὴ, ὦ Λίξε, κατορύξαι· τοῦτο γὰρ ἡμῖν συγκείμενον.» Καὶ ὃς (65) οὐδὲν ὑποθωπεύσας. «Σὲ μὲν οὖν, ἔφη, ταῦτα παθεῖν δικαιότερον, ὃς ἐμὲ διώκων ἐκτρεπόμενον ὁδοὺς ἦλθες οὐ πρεπούσας βασιλεῖ.» Οἱ δὲ φίλοι τὸν Γύγην, ἐπὶ συννοίας γενόμενον πολὺν χρόνον, ἔπεισαν ἀφεῖναι Λίξον (66) τοῦ θανάτου. Καὶ ὃς ἔφη ὀμωμοκέναι κατορύξαι αὐτὸν ἔνθα ἂν τύχοι πρῶτον· οἱ δ ̓ ἔφασαν. «Ἐπειδὰν τελευτήσῃ, τοιγαροῦν ἐνταῦθα κατόρυξον, καὶ εὔορκά σοι ἔσται.» Ὁ δὲ ἐπείσθη τε καὶ διὰ ταῦτα ἀφῆκε Λίξον. Μετὰ δὲ ταῦτα ἐπὶ δεῖπνον ἐκάλεσε, χαμαί τε ἀνέκλινε καὶ τὰ ὀστᾶ παρετίθει φαῦλά τε σιτία, πίνειν τε ὄξος ἐνέχει· καί πως δειπνοῦντα ἤρετο (67), πῶς γε δειπνοίη. Ὁ δ ̓ εἶπεν «Ὡς εἰκὸς παρὰ ἀνδρὶ ἐχθρῷ.» Ὁ δὲ γελάσας εὖ μάλα, τῶν αὑτῷ παρακειμένων ἐπεδαψιλεύετό τε (68) καὶ εὐμενέστερος ἐγένετο. Χρόνου δὲ προϊόντος, διαλλαγεὶς φίλον ἐποιήσατο καὶ οὐδὲν ἔτι εἶχεν ἐν γνώμῃ τῶν πάλαι.