# Fragmenta 54

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/54

Ὅτι Λεωδάμας ἐβασίλευσε Μιλησίων, καὶ ἐν τοῖς μάλιστα ἐπῃνεῖτο, δίκαιός τε ὢν καὶ τῇ πόλει καταθύμιος, εἰς ὃ φόνον αὐτῷ βουλεύσας Ἀμφιτρὴς ἐν ἑορτῇ Ἀπόλλωνος ἄγοντα ἑκατόμβην τῷ θεῷ Λεωδάμαντα (1) κατὰ τὴν ὁδὸν ἀπέκτεινεν, αὐτὸς δὲ μετὰ τῶν αὐτοῦ στασιωτῶν τὴν πόλιν κατελάβετο, καὶ τύραννος ἐγένετο, ἰσχύϊ προὔχων Μιλησίων. Οἱ δὲ Λεωδάμαντος παῖδες καὶ φίλοι νυκτὸς ἀπεχώρησαν εἰς Ἀσσησὸν (2), ὑποδεχομένου αὐτοὺς προθύμως τοῦ ἐνόντος ἄρχοντος, ὅντινα Λεωδάμας πρότερον κατέστησεν. Μετ ̓ οὐ πολὺ δὲ Ἀμφιτρὴς ἐπ ̓ αὐτοὺς σὺν στρατῷ ἦλθε, καὶ προσκαθίσας ἐπολιόρκει. Οἱ δὲ μέχρι μέν τινος ταλαιπωρούμενοι ἀντεῖχον· μετὰ δὲ ταῦτα εἰς μαντεῖον πέμψαντες ἐχρηστηριάζοντο περὶ τοῦ πολέμου. Θεὸς δ ̓ ἔφη, ἐκ Φρυγίας αὐτοῖς (3) ἥξειν βοηθοὺς, οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου, κἀκείνους τε καὶ Μιλησίους κακῶν ἀπαλλάξουσιν. Χρονιζομένης δὲ τῆς πολιορκίας, ἀφικνοῦνται νεανίσκοι, Τόττης καὶ Ὄννης, ἐκ Φρυγίας, ἱερὰ ἔχοντες Καβείρων ἐν κίστ(??)ι κεκαλυμμένα· ἐχόμενοι δὲ τῆς κίστεως ἀμφότεροι, ὁ μὲν ἔνθεν, ὁ δέ ἔνθεν, νυκτὸς ἔτι οὔσης προῆλθον εἰς τὸ τεῖχος, καὶ ἐκέλευον σφὰς δέχεσθαι. Βαρυνόμενοι δὲ ὑπὸ τῶν φυλάκων καὶ ἐρωτώμενοι τίνες εἶεν, ἔφασαν ὅτι κατὰ πρόσταξιν θεοῦ ἱερὰ ἐκ Φρυγίας κομίζοιεν ἐπὶ τῷ Μιλησίων τε καὶ Ἀσσησίων ἀγαθῷ. Οἱ δ ̓ εἰς νοῦν βαλόμενοι τὸν χρησμὸν δέχονται τοὺς νεανίσκους. Ἕωθεν δ ̓ εἰς ἐκκλησίαν συνῆλθον οἵ τε τοῦ Λεωδάμαντος παῖδες καὶ οἱ ἄλλοι ἅπαντες, καὶ τοὺς Φρύγας ἤροντο, οἵτινές τε εἶεν καὶ ἐφ ̓ ὅτῳ ἥκοιεν. Οἱ δ ̓ ἔφασαν, θεὸν (4) αὐτοῖς κελεῦσαι σὺν τοῖς ἱεροῖς εἰς Ἀσσησὸν ἐλθεῖν, τιμωροὺς ἐσομένους τοῦ Λεωδάμαντος φόνου, ὅστις αὐτοῖς εἴη ὁ Λεωδάμας· αὐτοὶ γὰρ οὐ γινώσκειν· καὶ κακῶν ῥύεσθαι Μιλησίους καὶ Ἀσσησίους. Δεῖν οὖν, ὅπως ἂν ταῦτα γένοιτο (5) ἐπιτελῆ, θῦσαι τὰ νομιζόμενα αὐτοῖς. Οἱ δὲ ταῦτα ἀκούοντες ὁ πᾶς δῆμος ἐν χαρᾷ ἦσαν· τοῖς γὰρ λογίοις σύνδρομα ἐφαίνετο. Ὑπέσχοντό τε τὰ ἱερὰ ἱδρύσειν (6) παρὰ σφίσι καὶ τιμήσειν, εἰ ταῦτα γένοιτο. Ἐκ τούτου μετὰ τὰς ἱερουργίας ἐκέλευον αὐτοὺς οἱ φρύγες ὁπλισαμένους πανστρατιᾷ χωρεῖν ἐπὶ τοὺς πολεμίους, ἡγουμένων τῶν ἱερῶν πρὸ τῆς φάλαγγος. Καὶ ἐποίησαν ταῦτα. Οἱ δὲ περὶ Ἀμφιτρὴν (7) ὑπαντιάσαντες, ὡς ἤδη πλησίον ἐγένοντο, εἰς φυγὴν ἐτράποντο, δείματος θείου ἐμπεσόντος· οἱ δ ̓ ἑπόμενοι τοὺς μὲν ἔσφαττον, τοὺς δ ̓ ἐδίωκον (8), Ἀμφιτρὴν δ ̓ οἱ Λεωδάμαντος παῖδες κτείνουσι, καὶ ὁ πόλεμος καὶ ἡ τυραννὶς ἐπέπαυτο Μιλησίοις. Ὅτι Ἐπιμένης μετὰ ταῦτα αἰσυμνήτης (9) ὑπὸ τοῦ δήμου χειροτονεῖται, λαβὼν ἐξουσίαν κτείνειν οὓς βούλεται· καὶ ὃς τῶν μὲν παίδων Ἀμφιτρῆτος οὐδενὸς οἷός τ ̓ ἦν ἐγκρατὴς γενέσθαι· ὑπεξῆλθον γὰρ παραχρῆμα δείσαντες· τὰ δὲ ὄντα αὐτοῖς ἐδήμευσε, καὶ ἀργύριον ἐκήρυξεν, εἴ τις αὐτοὺς κτείνειεν· τῶν δὲ κοινωνῶν τοῦ φόνου τρεῖς ἀπέκτεινε, τοῖς δὲ ἄλλοις φυγὴν προσεῖπεν· οἱ δὲ ᾤχοντο. Οἱ μὲν δὴ Νηλεῖδαι κατελύθησαν ὧδε.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
