# Fragmenta 58

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/58

Ὅτι Κύψελος Βακχιάδης καὶ αὐτὸς ὢν ἐκ κήδους γυναικείου (1), πρῶτος κτείνας τὸν τελευταῖον Ἱπποκλείδην (2) ἐβασίλευσεν ἀντ ̓ αὐτοῦ τρόπῳ τοιῷδε. Λόγιον ἦν (3) τοῖς Βακχιάδαις ὑπὸ τοῦ Κυψέλου τοῦ Ἀετίωνος καταλυθεῖσιν (4) τὴν ἀρχὴν ἀφαιρεθῆναι. Γενόμενον οὖν αὐτὸν καὶ ἐν σπαργάνοις ἔτι ὄντα ὑποπέμψαντες τῶν ὑπασπιστῶν τινὰς ἐκέλευον κτεῖναι. Τῶν δὲ ἐπὶ τοῦτο ἐλθόντων ἐπὶ τὴν οἰκίαν καὶ μελλόντων ἀναιρεῖν, ὀρέγον τὰς χεῖρας τὸ παιδάριον προσεμειδία τοῖς ἀνθρώποις· τοὺς δὲ οἶκτος εἰσῆλθε, καὶ ἔγνωσαν μηκέτι ἀναιρεῖν, ἀλλὰ φράσαντες τῷ πατρὶ τὰς ἀληθείας ἐκποδὼν ἀπιέναι. Δόξαν δὲ οἱ μὲν εἶπαν, ὁ δὲ Ἀετίων εἰς Ὀλυμπίαν αὐτὸ ὑπεκτίθεται καὶ ἔτρεφεν, ὡς ἂν ἱκέτην τοῦ θεοῦ. Μετὰ δὲ ταῦτα θαρσήσας εἰς Κλεωνὰς ἤγαγε, μειράκιον ἔτι ὄντα καὶ πολλῶν διαφέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. Ἀνὰ δὲ χρόνον ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον, ἐχρηστηριάζετο (5) ἐν Δελφοῖς. Συμφέρουσαν δὲ δεξάμενος φήμην οὐδὲν μελλήσας ἧκεν εἰς Κόρινθον, καὶ ταχὺ τῶν ἀστῶν ἐν τοῖς μάλιστα ἀγαστὸς ἦν, ἀνδρεῖός τε καὶ σώφρων καὶ δημωφελὴς δοκῶν εἶναι παρὰ τοὺς ἄλλους Βακχιάδας ὑβριστάς τε ὄντας καὶ βιαίους. Πολεμαρχήσας δ ̓ ἔτι μᾶλλον ἐστέρχθη, τῶν πώποτε ταύτην ἀρξάντων τὴν ἀρχὴν μακρῷ ἄριστος γενόμενος· τἄλλα τε γὰρ ὀρθῶς ἔπραξε καὶ τόδε· νόμος καθεστήκει Κορινθίοις τοὺς ἐν δικαστηρίῳ ἁλισκομένους ἀπάγεσθαι πρὸς τὸν πολέμαρχον, καὶ καθείργνυσθαι τῶν ἐπιτιμίων, ἕνεκα, ὧν καὶ αὐτῷ μέρος τι ἦν. Ὁ δὲ οὔτε καθεῖρξέ τινα πολίτην, οὔτε ἔδησεν, ἀλλὰ τοὺς μὲν ἀπέλυε δεχόμενος (6) ἐγγυητὰς, τῶν δὲ καὶ αὐτὸς ἐγίνετο, πᾶσι δὲ ἠφίει τὸ αὐτοῦ μέρος· ἐξ ὧν μάλιστα ἐν τῷ πλήθει ἐστέργετο. Ὁρῶν δὲ τοὺς Κορινθίους ἐχθρωδῶς πρὸς Βακχιάδας διακειμένους, προστάτην δ ̓ οὐκ ἔχοντας, ᾧ χρησάμενοι καταλύσειαν αὐτοὺς, ἐπέδωκεν αὑτὸν, καὶ ἐδημαγώγει τὸ πλῆθος, τόν τε χρησμὸν λέγων, ὅτι ὑπ ̓ αὐτοῦ πέπρωται καταλυθῆναι αὐτοὺς, ἀνθ ̓ ὅτου καὶ πάλαι γενόμενον αὐτὸν ὁρμήσειαν ἀνελεῖν, καὶ νῦν ἐπιβουλεύειν, ἀλλ ̓ οὐ δεδυνῆσθαι παρατρέψαι [τὰ] μοιρίδια. Οἱ δ ̓ ἀσμένως προσίεντο τοὺς λόγους, τοῖς μὲν δυσμενεῖς ὄντες, τῷ δὲ εὖνοι, καὶ τὸ βέβαιον τοῦ κατορθώσειν τὸ ἔργον ἐκ τῆς περὶ αὐτὸν ἀνδρείας ἔχοντες. Τέλος δὲ συστήσας ἑταιρικὸν κτείνει βασιλεύοντα Πατροκλείδην, παράνομον ὄντα καὶ ἐπαχθῆ. Ταχὺ δὲ ἀντ ̓ ἐκείνου ὁ δῆμος αὐτὸν βασιλέα κατέστησεν. Ὁ δὲ τούς τε φυγάδας κατάγει, καὶ τοὺς ἀτίμους ὑπὸ τῶν Βακχιαδῶν γενομένους ἐπιτίμους πάλιν ἐποίησε· καὶ διὰ τοῦτο ἐχρῆτο εἰς ὅ τι βούλοιτο αὐτοῖς· εἴς τε ἀποικίαν ἐξῆγε τοὺς μὴ φίλους, ὅπως ἂν ῥᾷον ἄρχοι τῶν λοιπῶν· ἔπεμψε δὲ εἴς τε Λευκάδα (7) καὶ Ἀνακτόριον, οἰκιστὰς αὐτῶν Πυλάδην καὶ Ἐχιάδην τάξας, παῖδας αὐτοῦ νόθους· τοὺς δὲ Βακχιάδας φυγαδεύσας ἐδήμευσε τὰς οὐσίας αὐτῶν. Οἱ δὲ εἰς Κέρκυραν ἀπεχώρησαν. Κύψελος δὲ Κορίνθου πράως ἦρχεν, οὔτε δορυφόρους ἔχων, οὔτ ̓ ἀποθύμιος ὢν (8) Koset ρινθίοις. Βασιλεύσας δὲ ἔτη λ' (9) ἐτελεύτησε τέσσαρας υἱοὺς καταλιπὼν, ὧν γνήσιος μὲν ἦν Περίανδρος, οἱ δὲ λοιποὶ νόλοι.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
