# Fragmenta 60

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/60

Ὅτι Περιάνδρῳ τῷ τυράννῳ Κορινθίων γηραιῷ ἤδη ὄντι πάντες οἱ υἱεῖς (1) ἐτελεύτησαν, ὧν Εὐαγόρας μὲν ἀποικίαν εἰς Ποτίδαιαν ἐξαγαγὼν, Λυκόφρων δὲ τυραννίδα κατασκευαζόμενος παρὰ τοῖς περιοίκοις, Γόργος δὲ ἅρμα ἡνιοχῶν καὶ πεσὼν ἐπὶ τράχηλον, Νικόλαος δὲ, ὅσπερ ἐδόκει μετριώτατος εἶναι, ὑπὸ Κερκυραίων δολοφονηθεὶς τρόπῳ τοιῷδε. Περίανδρος βουλόμενος, τελευτήσαντος αὐτοῦ, μένειν τοῖς ἐκγόνοις τὴν ἀρχὴν καὶ λογιζόμενος ὅτι αὐτῷ μὲν ἐπίθοιντο Κορίνθιοι (2), Νικόλαον δὲ βασιλεύοντα ἀνάσχοιντο διὰ τὴν ἐπιείκειαν, ἔγνω ἀποχωρήσας αὐτὸς εἰς Κέρκυραν Νικολάῳ παραδοῦναι τὴν Κόρινθον. Αἰσθόμενοι δὲ (ταῦτα) Κερκυραίων τινὲς τὴν Περιάνδρου γνώμην, καὶ ἐλευθεροῦν τὴν μητρόπολιν θέλοντες, τόν τε Περίανδρον εἰ ἀφίκοιτο ὀρρωδοῦντες, συστάντες κτείνουσι τὸν Νικόλαον διαιτώμενον παρὰ σφίσιν. Ὁ δὲ Περίανδρος ἀθροίσας στράτευμα, ἐνέβαλεν εἰς Κέρκυραν, καὶ τὴν πόλιν ἑλὼν ν' τοὺς αἰτίους τοῦ φόνου ἀπέκτεινε, τοὺς δὲ τούτων (3) υἱἐας πλείστους ὄντας ἔπεμψε πρὸς Ἀλυάττην τὸν Λυδῶν βασιλέα ἐπ ̓ ἐκτομῇ. Οἱ δὲ προσσχόντες (4) Σάμῳ ἱκέται τῆς Ἥρας ἐγένοντο, καὶ αὐτοὺς Σάμιοι αἰσθόμενοι τὸ σύμπαν ἐρρύσαντο (5). Περίανδρος δὲ Ψαμμητίχῳ Κέρκυραν παραδοὺς, ὅστις ἦν Γόργου (e) μὲν υἱὸς, ἀδελφιδοὺς δὲ ἑαυτῷ, ἐπανῆλθεν εἰς Κόρινθον. Ὅτι ἐκδέκτορα τῆς βασιλείας κατέλιπε (7) Περίανδρος Κύψελον (8) τὸν Γόργου παῖδα, τοῦ σφετέρου ἀδελφοῦ, ὃς ἐκ Κερκύρας ἀφικόμενος ἐτυράννευσε Κορίνθου ἄχρι αὐτὸν συστάντες τινὲς τῶν Κορινθίων ἔκτειναν, βραχὺν χρόνον κατασχόντα τὴν τυραννίδα, καὶ τὴν πόλιν ἠλευθέρωσαν. Ὁ δὲ δῆμος τάς τε οἰκίας τῶν τυράννων κατέσκαψε, καὶ τὰς οὐσίας ἐδήμευσεν, ἄταφόν τε ἐξώρισε τὸν Κύψελον, καὶ τῶν προγόνων τοὺς τάφους ἀνορύξας, τὰ ὀστᾶ ἐξέρριψεν· αὐτὸς δὲ παραχρῆμα κατεστήσατο (9) πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα (10) προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βουλὴν κατέλεξεν ἀνδρῶν θʹ. Ζήτει ἐν τῷ περὶ πολιτικῶν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
