# Fragmenta 61

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/61

Ὅτι Μύρων ὁ Σικυωνίων βασιλεὺς, ἀπὸ Ὀρθαγόρου κατάγων τὸ γένος, ἦν περί τε τὰ ἄλλα καὶ περὶ τὰς γυναῖκας ἀκόλαστος· οὐ (1) λάθρα μόνον, ἀλλὰ καὶ φανερῶν βιασάμενος ᾔσχυνεν· τελευτῶν δὲ καὶ τοῦ Ἰσοδήμου τοῦ ἀδελφοῦ γυναῖκα ἐμοίχευσεν. Ὁ δὲ ᾐσθημένος, πρότερον μὲν ἡσύχαζεν, ἐλθόντι δὲ ἐκ Λιβύης (2) τῷ ἑτέρῳ ἀδελφῷ ἔφρασεν ἀδημονῶν. Ἦν δ ̓, ὥς φασιν, αὐτὸς μὲν ἁπλοῦς τὸ ἦθος καὶ ἄκακος, ὁ δὲ Κλεισθένης (3) δόλιος. Καί ποτε πυνθανομένου τί χρὴ ποιεῖν, αὐτὸς μὲν εἶπεν οὐδ ̓ ἂν μίαν ἡμέραν ἀνασχέσθαι τοιαῦτα παθὼν, ἀλλὰ δι ̓ αὐτοχειρίας αὐτὸν τὸν (4) δράσαντα τιμωρήσασθαι. Ἔλεγε δὲ ταῦτα καὶ παρώξυνε τὸν Ἰσόδημον ἐπὶ τὸν Μύρωνα, ἐπιβουλεύων τῇ τυραννίδι, τοῦ μὲν ἀποθανόντος, τοῦ δὲ θύειν τοῖς θεοῖς οὐκ ἂν (5) ἔτι δυναμένου διὰ τὸ αἷμα τοῦ ἀδελφοῦ. Ὅπερ ἐδήλωσεν. Ὡς γὰρ ὁ Ἰσόδημος ἔκτεινε τὸν Μύρωνα ζ' ἔτη τυραννεύσαντα, εὑρὼν ἐπὶ τῇ γυναικὶ, καὶ πρὸς τὸν Κλεισθένη ἔφρασε μέγα στενάξας, ἐκεῖνος συνάχθεσθαι ἀμφοτέροις ἔφη, τῷ μὲν θανόντι, ὅτι ὑπὸ τἀδελφοῦ πάθοι ταῦτα, ἐκείνῳ δ ̓ αὖ, ὅτι τὸν ἀδελφὸν κτείνας, οὐκ ἂν ἔτι δύναιτο (6) τοῖς θεοῖς θύειν, ἀλλὰ δεῖν ἕτερον τοῦτο ποιεῖν. Ὁ δ ̓ ἵνα μὴ τῆς ἀρχῆς διὰ τοῦτ ̓ ἐκπέσοι, πεισθεὶς ἀληθῆ λέγειν αὐτὸν ἐνιαυτὸν διαλιπὼν προσείλετο κοινωνόν. Καὶ ὁ μὲν τοῦθ ̓ ὅπερ ἐτέχναζεν κατειργάσατο διὰ τὴν εὐήθειαν ἐκείνου, καὶ ἀμφότεροι Σικυῶνος ἦρχον. Πολὺ μέντοι μᾶλλον Κλεισθένει προσεῖχον οἱ ἄνθρωποι, ἅτε φοβερῷ ὄντι καὶ δραστηρίῳ, καὶ οἱ ἐκείνου φίλοι τούτῳ προσεχώρουν. Τελευτῶν δὲ καὶ τῆς ἀρχῆς τὸν Ἰσόδημον ἀπεστέρησε τοιόνδε τι τεχνάσας. Ἦν τις Χαιρέδημος, ἀνὴρ τῶν ἀστῶν Ἰσοδήνου φίλος. Οὗτος ὁρῶν τὸν Κλεισθένη ἐργασιμώτερον, προσιὼν περὶ φιλίας διελέγετο. Πολλὰ δὲ ὑπισχνουμένου, Κλεισθένης ἐκέλευσεν αὐτὸν εἰς πίστιν ὧν (7) ἔφη παρελθόντα Ἰσοδήμῳ παραινεῖν ἀπενιαυτίσαι διὰ τὸν φόνον, ὅπερ ἔθος ἦν ποιεῖν, ὡς καὶ θύειν αὐτῷ (καὶ) τὰ ἱερὰ ἐξέσται κεκαθαρμένῳ (8), καὶ τοῖς ἐκείνου παισὶν ἄρχειν· εἰ δὲ μὴ, ἔνοχον ὄντα χαλεπῶς μὲν αὐτὸν ἐμμενεῖν τῇ τυραννίδι, χαλεπῶς δὲ ἐγγόνοις λείψειν. Ταῦτα λέγοντα ὁ Χαρίδημος ἐδέξατο, καὶ τῷ Ἰσοδήμῳ συνεβούλευε, μεταστῆναι ἐπ ̓ ἐνιαυτόν. Ὁ δὲ οἷα ἀνὴρ ἄκακος, πεισθεῖς ἐπ ̓ εὐνοίᾳ λέγειν αὐτὸν, ἀπεχώρησεν εἰς Κόρινθον, παραδοὺς Κλεισθένει τὴν τυραννίδα. Ὁ δὲ παραχρῆμα ἐξελθόντος διέβαλλεν ὡς μετὰ τῶν Κυψελιδῶν οἱ ἐπιβουλεύοντα, ὅπως ἂν μόνος ἄρχοι. Καὶ διὰ τοῦτο στράτευμα ὁπλίσας ἐξεῖργε κατιόντα, καὶ αὐτὸς ἐτυράννει, βιαιότατος ὢν τῶν πρὸ αὐτοῦ καὶ ὠμότατος, καὶ βοηθείας πολλοῖς ἐκπέμπων, ὡς ἂν ἔχοι συμμάχους. Κατασχὼν δὲ τὴν ἀρχὴν ἓν καὶ λ' ἔτη (9) ἐτελεύτησεν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
