# Fragmenta 62

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/62

Ὅτι Μάγνης ἦν ἀνὴρ Σμυρναῖος, καλὸς τὴν ἰδέαν εἴ τις καὶ ἄλλος, ποιήσει τε καὶ μουσικῇ δόκιμος. Ἤσκητο δὲ καὶ τὸ σῶμα διαπρεπεῖ κόσμῳ, ἁλουργῆ (1) ἀμπεχόμενος, καὶ κόμην τρέφων χρυσῷ στροφίῳ (2) κεκορυμβωμένην· περιῄει τε τὰς πόλεις ἐπιδεικνύμενος τὴν ποίησιν. Τούτου δὲ πολλοὶ μὲν καὶ ἄλλοι ἤρων, Γύγης δὲ μᾶλλόν τι ἐφλέγετο, καὶ αὐτὸν εἶχε παιδικά. Γυναῖκάς γε μὴν πάσας ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ Μάγνης (3), μάλιστα δὲ τὰς Μαγνήτων, καὶ συνῆν αὐταῖς. Οἱ δὲ τούτων (4) συγγενεῖς, ἀχθόμενοι ἐπὶ τῇ αἰσχύνῃ, πρόφασιν ποιησάμενοι, ὅτι ἔν τοῖς ἔπεσιν ᾖσεν ὁ Μάγνης Αυδῶν ἀριστείαν ἐν ἱππομαχίᾳ πρὸς Ἀμαζόνας, αὐτῶν δὲ οὐδὲν ἐμνήσθη, ἐπαίξαντες περικατέρρηξάν τε τὴν ἐσθῆτα, καὶ τὰς κόμας ἐξέκειραν, καὶ πᾶσαν λώβην προσέθεσαν. Ἐφ ̓ οἷς ἤλγησε μάλιστα Γύγης, καὶ πολλάκις μὲν (5) εἰς τὴν Μαγνήτων γῆν ἐνέβαλε, τέλος δὲ καὶ (6) χειροῦται τὴν πόλιν (7), ἐπανελθὼν δὲ εἰς Σάρδεις, πανηγύρεις ἐποιήσατο μεγαλοπρεπεῖς.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
