# Fragmenta 65

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/65

Ὅτι Ἀλυάττης ὁ Κροίσου πατὴρ, τοῦ Λυδῶν βασιλέως, ἐπὶ Καρίαν στρατεύων, περιήγγειλε (1) τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτοῦ πρεσβύτατος τῶν παίδων, ἄρχων (2) ἀποδεδειγμένος Ἀδραμυττίου τε καὶ Θήβης πεδίου. Ὁ δὲ, ὥς φασιν, ὑπὶ ἀκολασίας οὐχ οἷός τε ἦν, καί πως διεβέβλητο πρὸς τὸν πατέρα. Βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας, καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους (μισθωτοῖς γὰρ ἐχρῶντο), ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔμπορον (3), πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βουλόμενος. Ὁ δὲ αὐτὸν πρῶτον μὲν (4) ἀναμένειν ἐκέλευσε πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ, ἐντυγχάνοντα ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὔκουν δοῦναι δεομένῳ. Κροῖσον δὲ, ἀποτυχόντα τἀνθρώπου, εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὔξασθαι τῇ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. Ἦν δέ τις Κροίσῳ φίλος, ἀνὴρ Ἴων, ὄνομα Παμφάης (5), υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν, ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί Οἱ πάσῃ μηχανῇ· τυχὼν δὲ παρ ̓ αὐτοῦ, δίδωσι Κροίσῳ. Ἀνθ ̓ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε, βασιλεὺς γενόμενος, καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἅμαξαν αὐτῷ ἔδωκε μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμπόρου οἶκον Ἀρτέμιδι καθιέρωσε, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος, διὰ τὴν εὐχὴν, ὡς μηδὲν λείποιτο. Ὁ δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσοῦς, στράτευμά τε ἤγειρε, καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ, καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρείττων δὲ (6) ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
