# Fragmenta 66.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/66.1

Περὶ Κύρου βασιλέως Περσῶν, καὶ περὶ μεταστάσεως τῆς τῶν Μήδων βασιλείας εἰς Πέρσας. Ὅτι ἐν τῇ Ἀσίᾳ τελευτήσαντος τοῦ Μήδων βασιλέως, ἐκδέχεται τὴν ἀρχὴν Ἀστυάγης ὁ παῖς, ὅντινα μετὰ Ἀρβάκην λόγος ἔχει γενναιότατον γεγονέναι. Ἐπὶ τούτου βασιλεύοντος ἡ μεγάλη γίνεται μεταβολὴ, καθ ̓ ἣν εἰς Πέρσας ἐκ Μήδων περιῆλθεν ἡ ἀρχὴ, δι ̓ αἰτίαν τοιάνδε. Νόμος ἐγένετο ἐν Μήδοις, ὅστις πένης τροφῆς ἕνεκα προσίῃ (1) ἀνδρὶ εὐπόρῳ, ἑαυτὸν διδοὺς ὅπως τρέφοιτό τε καὶ ἀμπέχοιτο, ἴδα καὶ δοῦλον (2) νομίζεσθαι ἐκείνου· ἢν (3) δὲ μὴ παρέχοι ταῦτα ὁ λαβὼν, ἐξεῖναι παρ ̓ ἄλλον ἀποχωρεῖν. Προσέρχεται δή τις μειρακίσκος, ὄνομα Κῦρος, Μάρδος γένος, θεράποντι βασιλείῳ, ὃς ἦν ἐπὶ τοῖς καλλύνουσι τὰ βασίλεια. Ἦν δὲ ὁ Κῦρος Τοσατραδάτου (4) παῖς, ὅστις ἐλῄστευεν ὑπὸ πενίας. Ἡ δὲ γυνὴ αὐτοῦ, Ἀργόστη (5) ὄνομα, ἡ Κύρου μήτηρ, αἰπολοῦσα ἔζη. Ἐκδίδωσιν οὖν αὑτὸν (6) ὁ Κῦρος ἐπὶ τὸ τρέφεσθαι τῷ ἀνδρὶ, καὶ ἐκάλλυνε τὰ βασίλεια (7), καὶ ἦν ἐπιμελής. Βελτίω οὖν αὐτῷ στολὴν ὁ ἐπιστάτης δίδωσι, καὶ ἐκ τῶν ἔξω εἰσήγαγεν εἰς τοὺς ἔσω καλλύνοντας παρὰ βασιλεῖ, καὶ τῷ τούτων ἐπιστάτῃ συνίστησι. Χαλεπὸς δ ̓ ἦν οὗτος καὶ ἐμαστίγου πολλάκις Κῦρον· καὶ ὃς ἀφίσταται παρὰ τὸν λυχνοφόρον· κἀκεῖνος αὐτὸν ἀγαπᾷ (8), καὶ προσάγεται πλησίον βασιλέως, ἵν ̓ ἐν τοῖς λυχνοφοροῦσιν αὐτῷ εἴη. Εὐδοκιμῶν δὲ καὶ ἐν τούτοις μετῆλθε παρὰ Ἀρτεμβάρην (9), ὅστις τῶν οἰνοχόων ἐπεστάτει, καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. Ὁ δὲ αὐτὸν προθύμως δέχεται, καὶ οἰνοχοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. Οὐ πολλοῦ δὲ χρόνου ἐπεὶ ἑώρα αὐτὸν Ἀρτεμβάρης (10) εὖ καὶ ἐπιστρεφῶς διακονοῦντα καὶ τὴν φιάλην εὐσχημόνως ἐπιδιδόντα, πυνθάνεται βασιλεὺς Ἀρτεμβάρου ὁπόθεν εἴη ὁ νεανίσκος. «Ὠς καλῶς οἰνοχοεῖ.» Ὁ δ ̓ εἶπεν· «Ὦ δέσποτα, σὸς δοῦλος, Πέρεης γένος, ἐκ τῶν Μάρδων, τροφῆς δὲ χάριν ἑαυτὸν δεδωκώς μοι.» Ἦν δὲ ὁ Ἀρτεμβάρης πρεσβύτης· καί ποτε δεῖται βασιλέως, ἐπεὶ ἐπύρεξε, μεθεῖναι αὐτὸν εἰς οἶκον ἔστ ̓ ἂν ὑγιάνῃ. «Ἀντὶ δ ̓ ἐμαυτοῦ, ἔφη, ὁ νεανίσκος ὅδε (Κῦρον λέγων), ὃς σὺ ἐπαινεῖς, οἰνοχοήσει· υἱὸν δ ̓ αὐτὸν κἀγὼ ποιήσομαι, εὐνοῦχος ὢν, εἴ σοι τῷ δεσπότῃ οἰνοχοῶν κατα. Θύμιος γένοιτο.» Ταῦτα ἐπῄνει ὁ Ἀστυάγης· καὶ ὁ μὲν ἀπελύετο, πολλὰ ἐντειλάμενος Κύρῳ, καὶ φιλοφρονησάμενος ὡς ἂν υἱῷ. Ὁ δὲ παρεστὼς βασιλεῖ τήν τε φιάλην ἐδίδου καὶ ᾠνοχόει νύκτα καὶ ἡμέραν, ὑπέφαινέ τε πολλὴν σωφροσύνην καὶ ἀνδρείαν. Ὁ δ ̓ Ἀρτεμβάρης ἐκ τῆς νόσου ταύτης θνήσκει υἱοποιησάμενος τὸν Κῦρον. Δίδωσιν οὖν αὐτῷ ὁ Ἀστυάγης, ὡς ἂν υἱεῖ (11), τὸν σύμπαντα βίον Ἀρτεμβάρεω καὶ ἄλλα πολλὰ δῶρα· μέγας τε ἦν καὶ ὄνομα αὐτοῦ πάντη διεφέρετο. Ἦν δὲ Ἀστυάγῃ θυγάτηρ πάνυ γε γενναία καὶ εὐει· δὴς, ἥντινα Σπιτάμᾳ (12) δίδωσι τῷ Μήδῳ ἐπὶ προικὶ πάσῃ Μηδίᾳ. Κῦρος δὲ μεταπέμπεται τόν τε πατέρα Ἀτραδάτην καὶ Ἀργόστην τὴν μητέρα ἐκ Μάρδων. Οἱ δὲ ἧκον ἐπ ̓ αὐτῷ μεγάλῳ ὄντι (13). Ἐξηγήσατο δ ̓ αὐτῷ καὶ ἡ μήτηρ ὄνειρον, ὡς κύουσα αὐτὸν δόξαι κοιμηθεῖσα ἐν τῷ ἱερῷ, ἡνίκα ἐν Μάρδοις ἦν αἰπολοῦσα (14). —«Ἔδοξα γὰρ, ἔφη, οὐρῆσαι τοσοῦτον κύουσα, ὦ Κῦρε, σὲ, ὥστε ποταμοῦ μεγάλου ῥεύματα ὅμοιον γενέσθαι τὸ πλῆθος τοῦ οὔρου, καὶ κατακλύσαι πᾶσαν τὴν Ἀσίαν· ῥυῆναι δὲ αὐτὸ ἄχρι θαλάττης.» Καὶ ὁ πατὴρ ἀκούσας κελεύειν τοῖς ἐν Βαβυλῶνι Χαλδαίοις ὑπερθεῖναι. Κῦρος δὲ τὸν λογιώτατον αὐτῶν καλέσας ἐξηγήσατο· καὶ ὃς ἀποκρίνεται μέγα τε εἶναι τὸ προφαινόμενον ἀγαθὸν καὶ τὴν πρώτην αὐτῷ τιμὴν φέρον ἐν Ἀσίᾳ· δεῖν δὲ κρύπτειν, ὡς μὴ Ἀστυάγης ἀκούσῃ· «κάκιστα γὰρ σέ τε ἀποκτενεῖ, κἀμὲ τὸν κριτῆρα αὐτοῦ.» Ὤμοσαν δὲ ἀλλήλοις μηδενὶ κατερεῖν τὴν ὄψιν μεγάλην τε οὖσαν καὶ οἵαν οὐκ ἄλλην. Ἐκ τούτου πολὺ μείζων (15) ὁ Κῦρος γενόμενος σατράπην τὸν αὐτοῦ πατέρα Περσῶν ἐποίησε, καὶ τὴν μητέρα πλούτῳ τε καὶ δυνάμει Περσίδων πρώτην. Καδούσιοι δὲ τότε πολέμιοι ἦσαν βασιλεῖ, ἄρχοντα ἔχοντες Ὀναφέρνην (16), ὅστις προδιδοὺς τὸ ἔθνος τὰ βασιλέως ἐφρόνει, καὶ πέμψας ἄγγελον παρὰ Ἀστυάγην ᾐτεῖτο ἄνδρα πιστὸν, ὡς σὺν αὐτῷ βουλεύσειε τὰ περὶ τῆς προδοσίας. Καὶ ὃς ἐκπέμπει Κῦρον, ὡς ἂν πάντα συμπράξειεν· ἡμέρᾳ δὲ τεσσαρακοστῇ ὥρισεν αὐτῷ παρ ̓ αὐτὸν εἰς Ἐκβάτανα ἀνελθεῖν. Καὶ ὁ τοῦ ὀνείρου κριτὴς παρεθάρρυνεν αὐτὸν εἰς Καδουσίους ἀπελθεῖν, καὶ φρονήματος ἐνεπίμπλα. Εἰσῄει δὲ Κῦρον, ἅτε φύσει γενναῖον καὶ μεγαλόφρονα, ὡς χρὴ, Θεοῦ συλλαμβανομένου, Πέρσας ἀποστῆσαι, καὶ Ἀστυάγην πειρᾶσθαι τῆς ἀρχῆς παύειν, πιστεύειν τε τῷ Βαβυλωνίῳ τὰ θεῖα κάλλιστα ἐξεπισταμένῳ. Ἐθάρρυνον (17) δὲ ἀλλήλους· ὁ μὲν Βαβυλώνιος Κῦρον ὅτι εἱμαρμένον εἴη αὐτὸν καταλῦσαι Ἀστυάγην καὶ τὴν ἐκείνου βασιλείαν ἑλεῖν, καὶ τοῦτ ̓ αὐτὸν ἄριστα γινώσκειν· ὁ δ ̓ αὖ Κῦρος τὸν Βαβυλώνιον, ὅτι μεγάλων αὐτὸν καταξιώσει, γενομένων τούτων, ἐὰν αὐτὸς βασιλεὺς γένηται. Ἐνεθυμεῖτο δὲ ὡς καὶ Ἀρβάκης παύσας Σαρδανάπαλλον πρότερον τὴν ἐκείνου τιμὴν ἀφέλοιτο. «Καίτοι οὔτε Μῆδοι κρείσσους Περσῶν, οἷς ἐκεῖνος ἐπίστευσεν, οὔτε Ἀρβάκης φρονιμώτερος ἀμοῦ· τύχη δὲ καὶ μοῖρα κἀμοὶ προδείκνυσι (18), ὥσπερ ἄρα κἀκείνῳ.» Ταῦτα ἐνθυμουμένῳ ὑπήντησε μεμαστιγωμένος ἀνὴρ κόπρον ἐν κοφίνῳ ἐκφέρων, ἐπειδὴ ἐν τοῖς ὅροις γίνεται Καδουσίων· οἰωνσάμενος (19) καθυπερτίθεται τῷ Βαβυλωνίῳ. Ὁ δὲ ἐκέλευσε πυθέσθαι, τίς τε εἴη ἀνὴρ, καὶ ποδαπὸς γένος. Πυθομένῳ δὲ Κύρῳ ἀποκρίνεται ἐκεῖνος, ὅτι Πέρσης εἴη, Οἰβάρας (20) ὄνομα. Καὶ ὃς ἥσθη πάνυ· ὁ γὰρ Οἰβάρας δύναται Ἑλλάδι γλώσσῃ ἀγαθάγγελος. Ἔφη δ ̓ ὁ Βαβυλώνιος πρὸς Κῦρον, καὶ τἄλλα σύμβολα εἶναι ἄριστα, ὅτι τε Πέρσης ἐστί σοι πολίτης καὶ ὅτι κόπρον ἱππίαν φέρει, ἥτις πλοῦτον καὶ δύναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. Ταχὺ δὲ τὸν ἄνθρωπον ὁ Κῦρος παραλαμβάνει, συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. Ἐκ τούτου παρὰ Ὀναφέρνην (21) εἰς Καδουσίους ἧκε, καὶ πίστεις λαμβάνει τε καὶ δίδωσι περὶ τῆς προδοσίας· ἐπανῄει τε εἰς Μηδίαν· τὸν δὲ Οἰβάραν (22) ἵππῳ τε καὶ στολῇ Περσίδι καὶ θεραπείᾳ ἐτίμησεν, εἶχέ τε πέλας, τὴν γνώμην ὁρῶν ἀγαθὸν, καὶ ἅμα τοῦ Βαβυλωνίου κελεύοντος διαλέγεσθαι αὐτῷ. Ἐκ δὲ τοῦ κατ ̓ ὀλίγον ἑταιριζόμενος ἐποιεῖτο καὶ σύμβουλον καί ποτ ̓ εἰς λόγους ἦλθε τοιούτους, ὡς ἄχθος τὸ ὁρᾶν (23) Πέρσας ὑπὸ Μήδων κακουμένους, καὶ ταῦτα οὐδὲν χείρους ὄντας τὰς φύσεις. Καὶ ὁ Οἰβάρας εἶπεν· «Ὦ Κῦρε, οὐ γάρ ἐστιν ἀνὴρ τὰ νῦν μεγαλόφρων τε καὶ μεγαλογνώμων, ὃς παῦσαι Μήδους ἐθελήσει τῶν κρειττόνων ἄρχειν ἀξιοῦντας.» Καὶ Κῦρος ἔφη· «Πῶς οὐκ ἔστιν, ὦ Οἰβάρα;» —«Ἔστιν μὲν ἴσως, ἀλλὰ πολλῇ καὶ κακῇ ἀτολμίᾳ χρῆται, δι ̓ ἣν οὐδὲν δρᾷ δυνάμενος.» Καὶ ὁ Κῦρος, ἐκπειρώμενος· «Εἰ δὲ φανείη τολμητὴς ἀνὴρ πῶς ἂν δύναιτο τοῦτο κατεργάζεσθαι;» Ὁ δὲ ἀποκρίνεται· «Πρῶτον μὲν Καδουσίους προσαγαγόμενος ἐθέλοντας· Πέρσας μὲν φιλοῦσι, Μήδους δὲ πάνυ μισοῦσι· ἔπειτα δὲ καὶ Πέρσας θαρρύνας τε καὶ ὁπλίσας περὶ μ' ὄντας μυριάδας, καὶ ἀσμένως ἂν ἐθελήσαντας δι ̓ ἂ πάσχουσιν (25) ὑπὸ Μήδων· ἐπιτηδειοτάτη δ ̓ αὐτοῖς πρὸς τοῦτο καὶ ἡ χώρα πετρώδης τε καὶ ὀρεινὴ (26) οὖσα, ἐφ ̓ ἣν εἰ στρατεύειν Μῆδοι θέλοιεν, κακῶς ἀπαλλάξουσι.» Κῦρος δὲ ἠρώτα· «Εἰ ἀνὴρ φανείη ταῦτα δρῶν, συνανακινδυνεὔσεις αὐτῷ;» Καὶ ὅς· «Εἰ γὰρ, ὦ Ζεῦ, ἐφη, μάλιστα μὲν σὺ εἴης ὁ τοῖς (27) ἐγχειρῶν, ἐπειδὴ καὶ ὁ σὸς πατὴρ ἄρχει Περσῶν, καὶ σὺ ἐνασυλότατος (28) εἶ καὶ δυνατώτατος· εἰ δὲ μὴ, ὅστις οὖν ἂν εἴη (29).» Ἐκ τούτου τὸ ὅλον βούλευμα ἐκκαλύπτει τε αὐτῷ ὁ Κῦρος, καὶ συμβούλῳ χρῆται, ὁρῶν ἄνδρα φρόνιμον καὶ ἀνδρεῖον, καὶ ἐν αὐτῷ πάσας ἔχοντα τὰς ἐλπίδας. Καὶ ὃς συνεπῄνει τε καὶ συνεξώτρυνε, γνώμας τε ἀγαθὰς ὑφηγεῖτο, καὶ ὡς χρὴ πέμψαντα παρὰ Ἀτραδάτην τὸν πατέρα κελεύειν ὁπλίζειν Πέρσας, τῷ λόγῳ μὲν, ὡς ἕτοιμοι εἶεν βασιλεῖ ἐπὶ Καδουσίους, τῷ ἔργῳ δ ̓ εἰς ἀπόστασιν· ἔπειτα ὡς χρὴ παρὰ Ἀστυάγου αἰτησάμενον ἡμέρας ἐλθεῖν αὐτὸν εἰς τὴν Περσίδα, ὡς ἱερὰ εὐκταῖα θύσειεν ὑπὲρ βασιλέως καὶ τῆς ἐκείνου σωτηρίας, ἅμα δὲ καὶ τοῦ πατρὸς, ἐπειδὴ φαύλως ἔχει (30) ὑπὸ νόσου. «Εἰ δὲ ταῦτα πράξει, ἐγχειρητέον ἔσται τῷ σύμπαντι ἀνδρείως. Οὔ τοι (31) δεινὸν, ὦ Κῦρε, καὶ ἀποκινδυνεύειν τῇ ψυχῇ μεγάλοις ἐγχειροῦντα ἔργοις, καὶ παθεῖν, εἰ δέοι, τοῦτο ὃ καὶ μηδὲν δρῶντας ἀναμένει παθεῖν.» Ἥσθη τε οὖν ὁ Κῦρος ἐπὶ τῇ γενναιότητι τοῦ ἀνδρὸς, καὶ ἅμα θαρρύνων αὐτὸν καὶ τὸν ὄνειρον ἐξηγήσατο τῆς μητρὸς καὶ τὴν τοῦ Βαβυλωνίου γνώμην, ἣν εἶπε περὶ αὐτοῦ. Καὶ ὁ Οἰβάρας ἅτε ἀγχίνους πολὺ μᾶλλον αὐτὸν ἐξώτρυνε, καὶ διεκελεύσατο (31*) φυλάττειν τὸν Βαβυλώνιον, ὡς μὴ ἐξάγγελος εἴη βασιλεῖ τοῦ ὀνείρου, «εἰ ἄρα κτείνειν αὐτὸν οὐχ ὑπομένοις, ὅπερ ἦν ἄγιστον.» Καὶ ὁ Κῦρος· «Ἀποτρόπαιον [ἂν] εἴη τοῦτό γ ̓,» εἶπεν. Συνεσιτοῦντο δὴ καὶ συνῄεσαν (*) Κύρῳ τὸ ἀπὸ τοῦδε ὅ τε Οἰβάρας καὶ ὁ Βαβυλώνιος. Ἐν δέει δὲ ὢν ὁ Πέρσης, μὴ κατείποι πρὸς Ἀστυάγην ὁ Βαβυλώνιος περὶ τοῦ ὀνείρου, προσεποιήσατο ἱερὰ πάτρια νύκτωρ ἐπιτελεῖν τῇ σελήνῃ, καὶ τὸν Κῦρον ᾔτησε θύματά τε καὶ οἶνον κα]]ι οἰκέτας καὶ στρώματα καὶ τἄλλα ὧν ἔδει. Ἠξίου δὲ Κῦρον προστάξαι τοῖς θεραπεύουσι πείθεσθαι αὐτῷ. Καὶ ὃς προσέταξέ τε καὶ τῆς θυσίας οὐ μετεῖχεν, Οἰβάρα τεχνήσαντος, [ὃς] παρασκευάζεται (32) τά τε ἄλλα νύκτα καὶ στιβάδας βαθείας, ἐφ ̓ ὧν εὐωχήσονται, καὶ βόθρον ἔρυξεν ἐν τῇ αὐτοῦ σκηνῇ (33) βαθύτατον. Ἐπεὶ δὲ πάντα ἔπραξε, καὶ εὐώχησε τὸν Βαβυλώνιον καὶ ἐμέθυσεν, ὑπέρ τε τὸν βόθρον αὐτῷ κοίτην στορέσας, ὡς κατακλίνει ἐς ταύτην, ὦσεν αὐτὸν εἰς τὸν βόθρον κάτω. Συνενέβαλε δ ̓ αὐτῷ καὶ τὸν οἰκέτην. Καὶ ἅμα ὄρθρῳ Κύρου ἀπάραντος συνωδοιπόρει. Οὐ πολὺ δὲ προελθόντα ἐπεζήτει τὸν ἄνθρωπον ὁ Κῦρος· ὁ δὲ τὸ μὲν πρῶτον ἔφη καταλελοιπέναι αὐτὸν ἔτι καθεύδοντα ὑπὸ μέθης. Ἀγανακτοῦντος δὲ τοῦ Κύρου, τελευταῖον ἐξέφηνε τἀληθὲς, ὅτι αὐτὸν κτείνειεν, ἐπειδὴ μόνην σωτηρίαν ταύτην ἐώρα Κύρῳ τε καὶ τοῖς Κύρου παισὶν οὖσαν. Λυπηθεὶς δὲ πάνυ ἐπὶ τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργισθεὶς, ὥστε μηκέτι προσίεσθαι τὸν Οἰβάραν, αὖθις μετέγνω καὶ προσίετο αὐτὸν, συμβούλῳ τε ἐχρῆτο περὶ τῶν αὐτῶν. Τῇ δὲ τοῦ Βαβυλωνίου γυναικὶ πυνθανομένῃ περὶ τοῦ ἀνδρὸς εἶπεν, ὅτι ὑπὸ λῃστῶν ἀποθάνοι καὶ ταφείη (34) ὑπ ̓ αὐτοῦ. Μετὰ ταῦτα παρὰ βασιλέα Κῦρον ἀφικόμενον ὁ Οἰβάρας ἀνεδίδασκε καὶ ἐξώτρυνε τὰ βεβουλευμένα σφίσι δρᾶν καὶ πέμπειν τε εἰς Πέρσας καὶ ὁπλίζειν τοὺς ἐν ἥβῃ καὶ Ἀστυάγην αἰτεῖσθαι δοῦναί οἱ ἡμέρας ὥς τε τὰ ἱερὰ θύσειε καὶ τὸν πατέρα νοσηλεύσειε φαύλως ἔχοντα. Καὶ ὃς ἐπείσθη, τά τε ἄλλα ὅπλα ἤδη ἦν ἕτοιμα, καὶ ὁ Κῦρος ᾐτήσατο βασιλέα τὴν εἰς Πέρσας πορείαν, ὠς ἂν θύσειεν ὑπὲρ αὐτοῦ καὶ ἅμα τὸν πατέρα ἔδοι κακῶς διακείμενον. Ὁ δ ̓ οὐ δίδωσιν αὐτῷ, ὑπ ̓ εὐνοίας συνεῖναι θέλων· καὶ ὁ Κῦρος ἐν ἀθυμίᾳ (36) ἦν Οἰβάρᾳ δηλώσας ὡς ἀποτύχοι. Καὶ ὃς ἐθαρρύνετο αὐτὸν, καὶ αὖθις ἐκέλευε διαλιπόντα ἡμέρας δεῖσθαι αὐτοῦ περὶ τῶν αὐτῶν, καὶ τεύξεσθαι· δεῖν δὲ αὐτὸν θεραπεύειν προθύμως ἔτι μᾶλλον ἢ πρότερον· καὶ ἐπειδὰν δέηται, δι ̓ ἑτέρου τοῦτο ποιεῖν καὶ μὴ δι ̓ αὑτοῦ. Καὶ ὁ μὲν ᾤχετο παρὰ βασιλέα, καὶ τοῦ πιστοτάτου τῶν εὐνούχων ἔχρῃζεν, ὅταν ᾖ καιρὸς, αἰτήσασθαι αὐτῷ τὴν ἄφοδον παρὰ βασιλέως. Ἐπεὶ οὖν ποτὲ ἑώρα βασιλέα ἐν πολλῇ ὄντα παιδιᾷ τε καὶ μέθῃ, νεύει τῷ εὐνούχῳ λέγειν βασιλεῖ, ὅτι Κῦρος ὁ σὸς δοῦλος αἰτεῖται δοῦναι αὐτῷ ἅ ποτε εὔξατο ἱερὰ ὑπὲρ σοῦ, ὅπως ἂν αὐτῷ εὐμενὴς εἴης, θῦσαι, καὶ ἅμα τὸν αὐτοῦ πατέρα ἀσθενῶς ἔχοντα θεραπεῦσαι. Καὶ ὁ Ἀστυάγης καλέσας Κῦρον καὶ μειδιῶν (36) δίδωσιν αὐτῷ ε' μῆνας ὁρίσας, τῷ δὲ ἕκτῳ ὅπως ἐπανίοι διεκελεύσατο. Προσκυνήσας [δὲ] καθίστησιν ἀνθ ̓ ἑαυτοῦ Τιριδάτην (37) οἰνοχόον βασιλεῖ, ἄχρι αὐτὸς ἐπανίοι. Καὶ ἐπὶ Οἰβάραν ἦλθε γεγηθώς. Ὁ δ ̓ αὐτὸν ἐκέλευσε παραχρῆμα τοὺς οἰκέτας συλλαβόντα ἀπαίρειν· καὶ, ἦν γὰρ αὐτὸς ἐπιμελητὴς, νύκτωρ πάντα εὐτρεπίζει, καὶ ἕωθεν (38) εἰς Πέρσας ὁδοιπόρουν. Ἡ δὲ τοῦ Βαβυλωνίου γυνὴ, ὃς τὸν ὄνειρον ἔφρασε Κύρῳ, προακηκουῖα ἄρα παρὰ τοῦ ἑαυτῆς ἀνδρὸς, ἡνίκα ἔζη, τὴν (39) ὄψιν, ἥντινα ἔφρασεν αὐτῷ ὁ Κῦρος, τελευτήσαντος αὐτῇ τοῦ ἀνδρὸς, συνοικοῦσα τῷ ἐκείνου ἀδελφῷ, ἐκείνης τῆς νυκτὸς συναναπαυομένη ἤκουσε παρ ̓ αὐτοῦ, ὅτι μέγας γενόμενος οἴχοιτο εἰς Πέρσας. Ἡ δὲ αὐτῷ διηγεῖτο τὸν ὄνειρον καὶ τὴν τούτου κρίσιν, ὥσπερ ἤκουσε παρὰ τοῦ ἀνδρὸς, ὅτι βασιλεύσει Περσῶν. Ἕωθεν δὲ ὁ ἀνὴρ ἀτρέμας ἧκε παρὰ Ἀστυάγην, καὶ δι ̓ εὐνούχου ἐρόμενος τὴν εἴσοδον, πάντα ἀπήγγειλεν, ὡς ἀκούσειε παρὰ τῆς ἑαυτοῦ γυναικὸς, ὅτι Κύρῳ ἐφράσθη ὑπὸ τοῦ ἀποθανόντος ἀνδρὸς θεολόγου πρὸς τὴν γενομένην ὄψιν βασιλεῦσαι, καὶ τοῦδ ̓ ἕνεκα (40) ἄρα οἴχοιτο νῦν εἰς Πέρσας· οὐ πάλαι δὲ καὶ αὐτὸς ταῦτα ἀκηκοέναι παρὰ τῆς γυναικός· ἕκαστά τε σαφῶς διηγήσατο τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως (41). Ἐν πολλῇ δὲ συννοίᾳ γενόμενος Ἀστυάγης πυνθάνεται τοῦ Βαβυλωνίου, τί οὖν χρὴ ποιεῖν. Καὶ ὃς ἔφη· κτείνειν αὐτὸν ἐπανελθόντα ὡς τάχιστα· μόνη γὰρ (42) αὕτη ἀσφάλεια ἂν εἴη. Καὶ ὁ Ἀστυάγης ἀποπεμψάμενος τὸν. Βαβυλώνιον μᾶλλόν τι ἐνεθυμεῖτο τοὺς λόγους αὐτοῦ. Εἰς ἑσπέραν δὲ πίνων ἐκάλεσε τὰς παλλακίδας ὀρχηστρίδας οὔσας καὶ κιθαριστρίδας. Καί τις αὐτῶν ᾄδουσα τοιαῦτ ̓ ἔλεγεν· «Ὁ λέων (43) τὸν κάπρον ὑποχείριον ἔχων μεθῆκεν εἰς τὰς λόχμας τὰς ἑαυτοῦ, ἐν αἷς κρείττων γενόμενος πολὺν πόνον αὐτῷ παρέξει, καὶ τελευτῶν ἀσθενέστερος ὢν τὸν ἰσχυρότερον χειρώσεται.» Ταῦτα ᾀδούσης ἐνθύμια ποιεῖται Ἀστυάγης ὡς τείνοντα εἰς αὐτόν. Παραχρῆμα δὴ πέμπει τ' ἱππεῖς ἐπὶ Κῦρον, οἷς ἐκέλευσεν αὐτὸν καλεῖν ὀπίσω· ἐὰν δὲ μὴ ἕπηται, τὴν κεφαλὴν ἀποτεμόντας φέρειν. Οἱ δὲ ᾤχοντο, καὶ ἐπεὶ ἧκον παρὰ Κῦρον, ἔφρασαν τὰ παρ ̓ Ἀστυάγους. Κἀκεῖνος, οἷα ἀγχίνους, εἴτε καὶ Οἰβάρα παραινοῦντος, εἶπε· «Πῶς δ ̓ οὐ μέλλω ἰέναι, καλοῦντός με τοῦ δεσπότου; ἀλλὰ νῦν δειπνήσατε, πρωὶ δὲ χωρῶμεν παρ ̓ αὐτόν.» Οἱ δὲ ταῦτ ̓ ἐπῄνουν. Ὁ δὲ Περσικῶς ὀπτὰ κατακόψας ἱερεῖα πολλὰ καὶ βοῦς, εἱστία τε τοὺς ἱππέας καὶ μεθύσκει· προαπέσταλτο δ ̓ αὐτῷ ἄγγελος ἐπὶ τὸν πατέρα χιλίους ἱππεῖς κελεύων καὶ πεντακισχιλίους πεζοὺς ἐπὶ Ὕρβαν ἑτέραν (44) πόλιν πέμπειν πρὸ ὁδοῦ κειμένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασιλέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. Μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπνον τετραμμένων τῶν ἱππέων, αὐτός τε καὶ Οἰβάρας ὡς εἶχον ἀναβάντες ἐπὶ τοὺς ἵππους, ἀπελαύνουσι, καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν ἔτι νυκτὸς οὔσης, καὶ ὁπλίζει ὁ Κῦρος τοὺς ἀνθρώπους· καὶ συντάττει τοὺς παρὰ τοῦ πατρὸς ἥκοντας ὡς εἰς μάχην· καὶ αὐτὸς μὲν ἐν τῷ δεξιῷ ἵσταται, καὶ Οἰβάρας ἐν τῷ εὐωνύμῳ. Καὶ ὁ οἶνος ἀνῆκε τοὺς παρὰ Ἀστυάγους πρωὶ οἰχομένους, καὶ γνόντες Κῦρον διώκουσι. Καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν, καὶ εὑρόντες ἐκτεταγμένον συμβάλλουσιν ὡς εἰς μάχην. Ἔνθα δὴ πρῶτον πολλὴν ἀνδρείαν (45) Κῦρος ἀποδειξάμενος σὺν τρισὶ Πέρσαις κτείνει περὶ σʹ καὶ νʹ ἱππεῖς· οἱ λοιποὶ δὲ φεύγουσι παρὰ βασιλέα καὶ ταῦτ ̓ ἀπήγγειλαν. Καὶ ὃς παίσας τὸν μηρὸν εἶπεν· «Οἴ μοι ὡς πολλάκις (46) γνοὺς ὅτι οὐ χρὴ κακοὺς εὖ ποιεῖν, ὅμως ἁλίσκομαι χρηστοῖς λόγοις, ὃς καὶ Κῦρον παραλαβὼν πολλῶν κακῶν (47), Μάρδον γένος, ὄλεθρον τηλικοῦτον ἐποίησα κατ ̓ ἐμαυτοῦ (48)· ἀλλὰ καὶ νῦν οὐ χαιρήσει οἷς θέλει (49).» Καὶ παραχρῆμα καλέσας τοὺς στρατηγοὺς ἀθροίζειν τὴν δύναμιν κελεύει. Ὡς δὲ ἠθροίσθη εἰς ρʹ μὲν πεζῶν μυριάδας, εἴκοσι δὲ ἱππέων, τρισχίλια δὲ ἅρματα, ἐλαύνει δὴ (50) ἐπὶ Πέρσας. Ἤδη δὲ ὥπλιστο κἀκεῖ ἡ στρατιὰ ὑπὸ Ἀτραδάτα πάντα εἰδότος (51)· καὶ ἦσαν λʹ μὲν μυριάδες πελταστῶν, εʹ δὲ ἱππέων (52), ρʹ δὲ δρεπανηφόρα. Ὡς δ ̓ εἰς ἓν συνῆλθε Κύρῳ ἡ δύναμις, παρῄνεσε τούτους. Ζήτει ἐν τῷ Περὶ δημηγοριῶν. Ἐκ τούτου αὐτός τε καὶ ὁ πατὴρ συνέταττον τὴν στρατιὰν, καὶ Οἰβάραν ἀποφαίνουσι στρατηγὸν, ἄνδρα εὔβουλον καὶ δραστήριον, ὃς προκαταλαμβάνει μὲν τὰς στενοπόρους ὁδοὺς φυλακαῖς, καὶ τὰ ὑψηλότατα (53) ὄρη, τὸν δὲ ὄχλον ἐκ τῶν ἀτειχίστων πόλεων εἰς τὰς εὐερκεῖς μετάγει, φρούρια δ ̓ ἔνθα καιρὸς ἦν ἐντειχίζεται. Καὶ μετ ̓ οὐ πολὺ Ἀστυάγης ἧκε σὺν τῷ στρατῷ καὶ τὰς ἐρήμους πόλεις κατέκαε· πρός τε Κῦρον καὶ Ἀτραδάταν τὸν τούτου πατέρα πέμψας ἀγγέλους πολλά τε ἠπείλει καὶ ὠνείδιζε τὴν πρόσθεν πτωχείαν, ἐκέλευσέ τε ὀπίσω παρ ̓ αὐτὸν ἰέναι, δήσειν γὰρ αὐτοὺς μόνον παχείαις πέδαις· «Εἰ δ ̓ ἁλώσεσθε, ἔφη, κακοὶ κακῶς ἀπολεῖσθε (54).» Κῦρος δὲ ἀποκρίνεται· «Οὐκ ἄρα σύγε, ὦ Ἀστυάγη, θεῶν δύναμιν ᾔδεις, ὃς οὐκ οἶσθα (55) ὑπ ̓ ἐκείνων τοὺς αἰπόλους ἐποτρυνθέντας ἐπὶ τάδε τὰ (56) πράγματα, οἷς ἑπόμεθα καὶ εἰς τέλος. Καὶ σοὶ παραινοῦμεν, ὅτι ἡμᾶς καὶ αὐτὸς εὖ ἐποίεις, θεῶν σοι ἐπὶ νοῦν ἀγόντων, ἀπάγειν τὴν δύναμιν καὶ Πέρσας ἐλευθέρους ἐᾶν (57) κρείττους ὄντας Μήδων, ὡς μὴ τούτους δουλούμενος καὶ τῶν ἄλλων ἀποστερηθῇς.» Ταῦτα μὲν ὁ ἄγγελος ἀπήγγειλεν Ἀστυάγῃ. Ὁ δὲ ὑπ ̓ ὀργῆς ἐξάγει τὴν στρατιὰν (58) εἰς μάχην καὶ ἐκτάττει· αὐτὸς δὲ προεκάθητο ἀναβὰς δισμυρίους ἔχων δορυφόρους περὶ αὐτόν. Ἀντεπῄει δὲ Κῦρος, Ἀτρατάδην μὲν ἐν τῷ δεξιῷ κέρατι στήσας, Οἰβάραν δὲ ἐπὶ τῷ εὐωνύμῳ· αὐτὸς δὲ (59) μετὰ τῶν ἀρίστων Περσῶν ἐν μέσοις ἦν. Ἔνθα δὴ δεινὴ μάχη γίνεται· καὶ πλείστους ἔκτεινε Κῦρός τε καὶ οἱ λοιποὶ Πέρσαι. Σχετλιάζων δὲ ὁ Ἀστυάγης ἐπὶ τοῦ θρόνου εἶπεν· «Οἴ μοι τοὺς τερμινθοφάγους Πέρσας· οἷα ἀριστεύουσι.» Καὶ πέμψας ἠπείλει τοῖς ἑαυτοῦ στρατηγοῖς, εἰ μὴ νικήσουσι τοὺς ἀντίους, οἷα πείσονται. Κάμνοντες δὲ οἱ Πέρσαι ὑπὸ πλήθους πολεμίων, ἄλλων ἐπ ̓ ἄλλοις ἐπιόντων, κλιθέντες ἀναχωροῦσιν εἰς τὴν πόλιν, πρὸ ἧς ἐμάχοντο. Εἰσεληλυθότας (60) δὲ θαρρύνει Κῦρος καὶ Οἰβάρας, ὅτι πλείους αὐτοὶ πολεμίων ἔκτειναν, καὶ παραινοῦσι παῖδας μὲν καὶ γυναῖκας εἰς Πασαργάδας τὸ ὑψηλότατον ἄρος ἀποπέμψαι, αὐτοὶ δὲ εἰς αὔριον ἐπεξελθόντες τέλος ἐπιθεῖναι τῇ νίκῃ. «Πρόκειται γὰρ ἀποθανεῖν πᾶσιν, ἢν ἡττηθῶσι (61)· βέλτιον οὖν μετὰ τοῦ νικᾶν, εἰ δέοι παθεῖν τοῦτο, ἐλευθερώσαντας τὴν πατρίδα.» Ταῦτα εἰπόντος, ὀργὴ καὶ μῖσος (62) παρίσταται πᾶσιν ἐπὶ Μήδους, καὶ ἕωθεν ἀναπετάσαντες τὰς πύλας ἐπεξίασιν, ἡγουμένου Κύρου καὶ Οἰβάρα. Ὁ δ ̓ Ἀτραδάτης μετὰ τῶν γερόντων ἐρρύετο τὸ τεῖχος. Ἀντεπίασι δ ̓ αὐτοῖς παμπληθεῖς Ἀστυάγου φάλαγγες σὺν ὁπλίταις τε καὶ ἱππεῦσι. Τῶν δὲ μαχομένων, ιʹ μυριάδες ἐκπεριελθοῦσαι, καθότι ἔταξεν Ἀστυάγης, αἱροῦσι τὴν πόλιν, καὶ Ἀτραδάτην πολλὰ τραύματα ἔχοντα ἀναπέμπουσιν ἐπὶ βασιλέα (62). Γενναίως δὲ καὶ οἱ Κύρου ἀγωνισάμενοι φεύγουσιν εἰς Πασαργάδας, ἔνθ ̓ αὐτοῖς [τὰ] τέκνα καὶ γύναια ἦν. Ἀστυάγης δ ̓ ἐπεὶ αὐτῷ ἤχθη ὁ Κύρου πατὴρ, ἔφη· «Οὗτος σὺ δή μοι ἀγαθὸς σατράπης, ὃν ἐγὼ ἐτίμησα, τοιαύτας χάριτας σὺν τῷ υἱεῖ ἀπεδώκατε.» Καὶ ὁ γέρων ἐκπνέων ἤδη· «Οὐκ οἶδ ̓, ἔφη, ὦ δέσποτα, ὅστις θεῶν τήνδε τὴν μανίαν ἀφώρμησε τῷ ἐμῷ παιδί· σὺ δὲ μή με αἰκίζου· ταχὺ γὰρ ὧδ ̓ ἔχων ἀποπνεύσομαι.» Καὶ ὃς ᾤκτειρεν αὐτὸν καὶ εἶπε· «Τοιγαροῦν σὲ ἐγὼ οὐδὲν αἰκίζομαι· οἶδα γὰρ ὅτι, εἴ σοι ὁ υἱὸς ἐπείσθη, οὐκ ἂν ταῦτα ἔπραξεν· ἀλλὰ καὶ θάπτειν σε κελεύω, οὐκ ὄντα ἐκείνῳ (63) ὁμογνώμονα τῆσδε τῆς μανίας.» Τοῦτον μὲν οὖν ταχὺ ἀποθανόντα (64) θάπτουσι καλῶς τε καὶ εὖ. Ἀστυάγης δ ̓ ἐπὶ Πασαργάδας ᾔει (65) διὰ στενῶν ὁδῶν. Ἔνθεν δὲ καὶ ἔνθεν (66) λισσάδες πέτραι καὶ [τὸ] ὄρος διερρωγὸς [καὶ] ὑψηλὸν ἦν· διὰ μέσου δὲ διεξιέναι τὰς ἐμβολὰς Οἰβάρας ἐφύλαττε μυρίοις ὁπλίταις· καὶ ἦν ἀνέλπιστον διελθεῖν. Ἂ δὴ γνοὺς Ἀστυάγης ἐκπεριελθεῖν ἐκέλευσε τὸ ὄρος δέκα μυριάσι ἐν κύκλῳ, εἰς ὃ εὑρόντες ἄνοδον ἀνέρπουσι καὶ τῶν ἄκρων κρατοῦσιν. Οἰβάρας δὲ καὶ Κῦρος σὺν τῷ πλήθει παντὶ νύκτωρ φεύγουσιν εἰς ἄλλο ὄρος χθαμαλώτερον τοῦ προτέρου. Εἵπετο δ ̓ ἡ Ἀστυάγεω (67) στρατιὰ κατ ̓ ἴχνος διώκουσα ἤδη μεταξὺ τῶν ὀρῶν· ἐπῄει δὴ τοὐντεῦθεν ἡ Ἀστυάγου στρατιὰ καὶ ἐμάχετο πρὸς τὸ ὄρος ἀνιοῦσα μάλα εὐψύχως. Κρημνοὶ δὲ πάντη καὶ δρυμῶνες ἀγριέλαιοί τε (68) συνεχεῖς ἦσαν. Γενναιότερον δ ̓ ἔτι οἱ Πέρσαι ἐμάχοντο, ἔνθεν Κύρου ἐξορμῶντος, ἔνθεν Οἰβάρα, ὃς αὐτοὺς ἀνεμίμνησκε παί. δων τε καὶ γυναικῶν καὶ πατέρων γερόντων καὶ μητέρων, οὓς αἰσχρὸν εἶναι προεῖσθαι Μήδοις κατατέμνειν τε καὶ αἰκίζεσθαι. Ὧν ἀκούοντες ἐρρώσθησαν, καὶ σὺν ἀλαλαγμῷ κατιόντες χερμάσι τε ἀπλέτοις βάλλοντες, ἀπορίᾳ βελῶν, καταράσσουσιν ἐκ τοῦ ὄρους τοὺς πολεμίους. Καί πως Κῦρος ἧκεν ἐπὶ τὸ πατρῷον οἴκημα αὐτοῦ, ἔνθα αἰπολῶν, ὅτε μικρὸς ἦν, ηὐλίζετο. Καὶ ἐν αὐτῷ ἔθυσεν ἄλευρα εὑρὼν (69) καὶ κυπαρίττου ὕλην δάφνην τε ὑποθεὶς καὶ πῦρ ἐκτρίψας, ὡς ἂν κεκμηκώς τε καὶ ἀπόρως ἔχων. Εὐθὺς δ ̓ ἐκ δεξιᾶς ἤστραψέ τε καὶ ἐβρόντησε. Κῦρος δὲ προσεκύνησεν, οἰωνοί τε αἴσιοι ἐπὶ τῷ οἰκήματι αὐτῷ ἑζόμενοι προὔφαινον ὡς (70) εἰς Πασαργάδας ἀφίκοιτο. Ἐκ τούτου δειπνοποιησάμενοι ἐκοιμήθησαν ἐν τῷ ὄρει· καὶ τῇ ὑστεραίᾳ τοῖς οἰωνοῖς πίσυνοι ἐπικαταβαίνουσιν ἐπὶ τοὺς πολεμίους ἀνέρποντας ἤδη εἰς τὸ ὄρος· καὶ ἐπιπολὺ ἐμάχοντο ἀνδρείως. Ἀστυάγης δὲ πεντακισμυρίους ἐπὶ τὸ ὄρος ἔστησε, καὶ ἐκέλευσε (71) τοὺς κατορρωδοῦντας τὴν ἀνάβασιν ἢ φεύγοντας κάτω παρὰ σφὰς ἀποκτείνειν. Ἀνάγκῃ οὖν ἐχόμενοι Μῆδοί τε καὶ οἱ σύμμαχοι ἀνῄεσαν ἐπὶ τοὺς Πέρσας. Ἔνθα δὴ καμόντες (72) ὑπὸ τοῦ πλήθους οἱ Πέρσαι ἔφευγον ἐπὶ ἄκρον τὸ ὄρος, ἵνα αὐτοῖς αἱ γυναῖκες ἦσαν. Αἱ δὲ ἀνασυράμεναι ἐβόων· «Ποῖ φέρεσθε, ὦ κάκιστοι; ἢ ἄχρι ἂν εἰσδύητε ἔνθεν γεγένησθε;» Διὰ τοῦτο ὁ Περσῶν βασιλεὺς, ἐπειδὰν εἰς Πασαργάδας ἀφίκηται, χρυσὸν δωρεῖται ταῖς Περσίσι γυναιξί· καὶ διανέμει ἑκάστῃ εἰς λόγον δραχμῶν εἴκοσιν Ἀττικῶν. Οἱ δὲ Πέρσαι, καταισχυνθέντες. ἐφ ̓ οἷς εἶδον καὶ ἤκουσαν, ἐπιστρέφουσιν ἐπὶ τοὺς πολεμίους, καὶ μιᾷ ὁρμῇ ἐπιδραμόντες ἐξωθοῦσιν αὐτοὺς ἐκ τοῦ ὄρους, καὶ κτείνουσιν οὐκ ἐλάττους ἑξακισμυρίων. Οὐ μὴν Ἀστυάγης ἀφίστατο τῆς πολιορκίας. Ζήτει ἐν τῷ Περὶ ἀνδραγαθημάτων καὶ στρατηγημάτων. Πολλῶν δὲ ἀναμεταξὺ γενομένων, Κῦρος εἰς τὴν σκηνὴν παρελθὼν καθίζει εἰς τὸν τοῦ Ἀστυάγου θρόνον, καὶ τὸ σκῆπτρον αὐτοῦ λαμβάνει. Ἐπευφήμησαν δὲ Πέρσιν· καὶ Οἰβάρας (73) αὐτῷ τὴν κίδαριν ἐπιτίθησιν, εἰπών· «Ἀξιώτερος σύγε εἶ Ἀστυάγου φορεῖν, θεοῦ σοι διδόντος δι ̓ ἀρετὴν, καὶ Πέρσας Μήδων βασιλεύειν.» Τά τε χρήματα πάντα εἰς Πασαργάδας ἀπεκόμιζον, ἐφεστῶτος Οἰβάρα καὶ ἐπιμελητὰς καταστήσαντος. Ἄπλετα δ ̓ ἦν καὶ ἃ οἱ Πέρσαι κατὰ σκηνὰς τρεπόμενοι τὰς ἰδιωτικὰς ὠφέλουν. Καὶ μετ ̓ οὐ πολὺ [ἡ] φήμη πάντη διήγγελλε τὴν Ἀστυάγου φυγήν τε καὶ ἧτταν, ὥς τε ὑπὸ θεῶν του ἀφῄρηται τὸ κράτος. Καὶ οἱ ἄνθρωποι ἀφίσταντο καὶ τὰ ἔθνη. Πρῶτος δ ̓ [ὁ] Ὑρκανῶν ἄρχων Ἀρτασύρας ἧκε ε' μυριάδας ἄγων στρατιᾶς Κύρῳ, καὶ προσεκύνησεν, εἶπέ τε ἑτοίμην εἶναι καὶ ἄλλην πολὺ πλείω, ἐὰν κελεύῃ· μετὰ δὲ, ὅ τε Παρθυαῖος καὶ Σάκης καὶ Βάκτριος καὶ οἱ ἐφεξῆς ἅπαντες, ὥστε σπουδὴν εἶναι ἑκάστου τὸν ἕτερον φθῆναι θέλοντος· εἰς ὃ Ἀστυάγης μετ ̓ ὀλίγων ὑπολειφθεὶς, ἐπάξαντος μετ ̓ οὐ πολὺ Κύρου καὶ ἐκ τοῦ ῥᾴτου μάχῃ κρατήσαντος, αἰχμάλωτος ἐπ ̓ αὐτὸν ἄγεται.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
