# Fragmenta 68.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/68.1

Ὅτι ὁ Κῦρος ᾤκτειρε Κροῖσον τὸν Λυδῶν βασιλέα διὰ τὴν οἰκείαν (1) ἀρετήν. Καὶ οἱ Πέρσαι μεγάλην ἔνησαν πυρὰν Κροίσῳ ὑπό τινα ὑψηλὸν τόπον, ἀφ ̓ οὗ ἔμελλον θεάσασθαι τὰ γινόμενα. Καὶ μετὰ ταῦτα Κῦρος ἐξήλαυνεν ἐκ τῶν βασιλείων, καὶ ἡ δύναμις παρῆν ἅπασα, πολύς τε ὅμιλος καὶ ἀστῶν καὶ ξένων. Ὀλίγον δ ̓ ὕστερον θεράποντες ἦγον Κροῖσον δεσμώτην, καὶ Λυδῶν δὶς ἑπτά (2). Ὡς δὲ ἐθεάσαντο Λυδοὶ, πάντες οἰμωγῇ καὶ στόνῳ ἀνέκλαυσαν, καὶ ἔπληξαν τὰς κεφαλάς. Τοσοῦτος δ ̓ ἐκ τοῦ ὁμίλου κωκυτὸς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν μετὰ δακρύων καὶ βοῆς ἐξερράγη, ὁπόσος οὐδὲ ἁλισκομένης τῆς πόλεως. Τότε δή τις ἂν καὶ τὴν Τύχην ᾤκτειρε, καὶ Κροῖσον ἐθαύμασε τῆς πρὸς τῶν ἀρχομένων (3) φιλίας. Ὥσπερ γὰρ πατέρα ἑωρακότες, οἱ μὲν τὰς ἐσθῆτας κατερρήγνυντο, οἱ δὲ τὰς κόμας ἔτιλλον· γυναικῶν δὲ ἡγεῖτο πληθὺς μυρία μετὰ κομμοῦ καὶ ὀλολυγῆς. Αὐτὸς δὲ ἄδακρυς προσῄει καὶ σκυθρωπός. Ὁ δὲ Κῦρος, ταῦθ ̓ ὁρῶν γινόμενα, οὐκ ἐκώλυε, βουλόμενος καὶ τοὺς Πέρσας οἶκτόν τινα λαβεῖν αὐτοῦ. Ὡς δὲ προϊὼν κατ ̓ αὐτὸν γίνεται ὁ Κροῖσος, ἐφθέγξατο μεγάλῃ τῇ φωνῇ, δεόμενος τὸν υἱὸν ἀχθῆναί οἱ, ὃς (4) οὐκέτι ἐπεπήρωτο τὴν φωνὴν, ἐξ ὅτου τὸ πρῶτον ἐφθέγξατο· ἦν δὲ καὶ τἄλλα ἔμφρων. Καὶ ὁ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. Καὶ μετ ̓ οὐ πολὺ ἤγετο ἑπομένων αὐτῷ πολλῶν ἡλίκων. Θεασάμενος δὲ αὐτὸν ὁ Κροῖσος οὐκέθ ̓ ὁ αὐτὸς ἦν, ἀλλὰ τότε πρῶτον ἐδάκρυσεν. Ὁ δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον, «Οἴμοι, πάτερ, ἔφη, ἡ σὴ εὐσέβεια (5). Πότε δ ̓ ἡμῖν οἱ θεοὶ βοηθήσουσιν (6);» Ἀποβλέψας δὲ εἰς τοὺς Πέρσας, «Ἄγεθ ̓, ἱκετεύω, κἀμὲ, ἔφη, καὶ συνεμπρήσατε· κἀγὼ γὰρ ὑμῶν πολέμιος εἰμὶ οὐχ ἧττον ἢ ὁ πατήρ.» Καὶ ὁ Κροῖσος, «Οὐκ ὀρθῶς λέγεις, ἔφη, μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδείς· ἐμὲ χρὴ καὶ τὴν τιμωρίαν ὑποσχεῖν.» Ἐμφυεὶς δὲ τῷ πατρὶ ὁ νεανίσκος οὐκέτ ̓ ἀφίστατο· ἀλλ ̓ ὀδυρόμενος οἴκτου πάντα ἐνέπλησεν (7), ἀφιεὶς (8) καὶ ἑαυτὸν ἄγειν ἐπὶ τὴν πυράν. «Οὐ γὰρ, ἔφη, λελείψομαι τῆς σῆς μοίρας, ὦ πάτερ. Εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ πρσδέχου με (9) ταχύ. Τίς ἔτι μοι τοῦ βίου ἐλπίς; ὃς ἐξ ὅτουπερ ἔφυν, ἀεὶ μὲν σοὶ λυπηρὸς ἦν, ἀεὶ δ ̓ ἐμαυτῷ· εὐτυχοῦντα μὲν τρεπόμενος ὑπ ̓ αἰδοῦς διὰ τὴν τότε μοι προσοῦσαν ἀφωνίαν τε καὶ λώβην· ἐπεὶ δ ̓ ἠρξάμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴν ἀφῆκα, καί μ ̓ εἰς τοῦτο μόνον ἤρθρωσαν οἱ θεοὶ, ὅπως ἂν ὀδύρωμαι τὰς ἡμετέρας τύχας.» Ὁ δὲ πατὴρ ἔφη, «Μὴ παντάπασιν, ὦ παῖ, σεαυτὸν ἀπογνῷς, νέος ὢν, καὶ πολλοῦ σοι ἔτι ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεταί τις ἐλπὶς ὅμως, καὶ οὔπω τἀκ θεοῦ ἀπέγνων.» Ἅμα δὲ ταῦτα λέγοντι προσῄεσαν πολλαὶ δή τινες θεράπαιναι, κομίζουσαι ἐσθῆτας πολυτελεῖς καὶ ἄλλον παμπληθῆ κόσμον, ὃν ἔπεμψαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. Ὁ δὲ, τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυδοὺς, ἐπὶ τὴν πυρὰν ᾔει. Καὶ ὁ παῖς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνασχὼν, «Ὦναξ Ἄπολλον καὶ θεοὶ πάντες, εἶπεν, οὕστινας ὁ πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοὶ, καὶ μὴ συναπόλλυται (10) Κροίσῳ πᾶσα ἀνθρώπων εὐσέβεια.» Ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὑτὸν συνεμβαλεῖν (11). Κροίσου δ ̓ ἐπιβαίνοντος αὐτῇ, ἡ Σίβυλλα ὤφθη ἀπό τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ (12) ἴδῃ τὰ γινόμενα. Ταχὺ δὲ θροῦς διῆλθε (13) διὰ τοῦ ὁμίλου, ὅτι ἡ χρησμῳδὸς ἥκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγένοντο, εἴ τι πρὸς τὰ παρόντα θειάσειε. Καὶ μετ ̓ οὐ πολὺ ἔντονόν τι φθεγξαμένη βοᾷ· Ὠ μέλεοι, τί σπεύδεθ ̓ ἃ μὴ θέμις; οὐ γὰρ ἐάσει Ζεὺς ὕπατος Φοῖβός τε καὶ ὁ κλυτὸς Ἀμφιάραος· Ἀλλά γ ̓ ἐμῶν ἐπέων πείθεσθ ̓ ἀψευδέσι χρησμοῖς, Μὴ κακὸν οἶτον ὄλοισθε παρὲκ θεοῦ ἀφραίνοντες (14). Κῦρος δ ̓ ἀκούσας ἐκέλευσε τὸν χρησμὸν διεξενεγκεῖν (15) τοῖς Πέρσαις, ὡς ἐξευλαβηθεῖεν ἁμαρτάνειν. Οἱ δὲ δι ̓ ὑποψίας γίνονται, ὡς κατεσκευασμένης, ἵνα σώζοιτο Κροῖσος. Ὁ δ ̓ ἤδη ἐπὶ τῆς πυρᾶς καθῆστο, καὶ σὺν αὐτῷ δὶς ἑπτὰ Λυδῶν· ἐν κύκλῳ δὲ Πέρσαι δᾷδας ἔχοντες ἧπτον. Σιωπῆς δὲ γενομένης, στενάξας μέγα, εἰς τρὶς ἀνακαλεῖται πάλιν (16) Σόλωνα. Καὶ ὁ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοηθεὶς ὅτι νεμεσητὰ δρᾷ, βιασθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὐτοῦ τὴν τύχην ἐμπιπράς. Συνεκέχυντο δὲ ἤδη καὶ Πέρσαι τὰ μὲν ἐπὶ Κροίσῳ, τὰ δὲ ἐπὶ τῷ σφετέρῳ βασιλεῖ, ὁρῶντες ἀχθόμενον ἐπὶ τούτοις, καὶ ἐκέλευον σώζειν Κροῖσον. Ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ ̓ (17) αὑτὸν ἐκέλευσε τὴν πυρὰν σβεννύναι. Ἡ δὲ ᾔθετο, καὶ οὐκέθ ̓ οἷόντ ̓ ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινά. Φασὶ δὴ Κροῖσον, ἐμβλέψαντα εἰς τὸν οὐρανὸν, εὔξασθαι τῷ Ἀπόλλωνι ἀρῆξαί οἱ, ὁπότε καὶ οἱ ἐχθροὶ σώζειν αὐτὸν ἐθέλοντες οὐ δύναιντο. Χειμὼν δ ̓ ἔτυχε τὴν ἡμέραν ἐκείνην ἐξ ἠοῦς (18), οὐ μὴν ὑετός γε. Κροίσου δ ̓ εὐξαμένου ζοφερὸς ἐξαίφνης ἀὴρ συνέδραμε νεφούμενος πάντοθεν (19), βρονταί τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς· τοσοῦτος δὲ κατερράγη ὑετὸς, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ (20) καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροίσῳ μὲν οὖν ταχὺ στέγασμα πορφυροῦν ὑπερέτεινον· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζόφου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ (21) ἀστραπῶν, [καὶ] καταπατουμένοις ὑπὸ τῶν ἵππων, τραχυνομένων πρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμόνια ἐνέπιπτε, καὶ οἵ τε τῆς Σιβύλλης χρησμοὶ τά τε (22) Ζωροάστρου λόγια εἰσῄει. Κροῖσον μὲν οὖν ἐβόων ἔτι γῆν προσεκύνουν, εὐμένειαν παρὰ τοῦ θεοῦ αἰτούμενοι. Φασὶ δέ τινες θαλῆν, προειδόμενον ἔκ τινων σημείων ὄμβρον γενησόμενον, καὶ (23) ἀναμένειν τὴν ὥραν ἐκείνην. Τόν γε μὴν Ζωροάστρην (24), Πέρσαι ἀπ ̓ ἐκείνου διεῖπαν, μήτε νεκροὺς καίειν, μήτ ̓ ἄλλως μιαίνειν πῦρ, καὶ πάλαι τοῦτο καθεστὼς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κῦρος δ ̓ εἰς τὰ βασίλεια Κροῖσον ἄγων παρεκάλει τε καὶ ἐφιλοφρονεῖτο, πειθόμενος εἶναι θεοσεβέστατον· ἐκέλευέ τε, εἴ τι βούλεταί οἱ γενέσθαι, μὴ ὀκνεῖν, ἀλλ ̓ αἰτεῖσθαι. Ὁ δὲ εἶπεν· «Ὦ δέσποτα, ἐπεί μέ σοι θεοὶ ἔδοσαν, σύ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦμαί σε δοῦναί μοι πέμψαι Πυθοῖδε (23) τὰς πέδας τάσδε, καὶ τὸν θεὸν ἐρέσθαι, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στρατεύειν ἐπὶ σὲ ὡς περιεσόμενον; ἐξ ὅτου αὐτῷ τάδε ἀκροθίνια πέμπω (δείξας τὰς πέδας)· καὶ τί δήποτε ἀμνημονοῦσι χάριτος οἱ τῶν Ἑλλήνων θεοί.» Κῦρος δὲ γελάσας καὶ τάδε ἔφη δώσειν, καὶ ἄλλων οὐκ ἀτυχήσειν αὐτὸν μειζόνων. Κῦρος δὲ ὀλίγου χρόνου φίλον ἐπεποίητο Κροῖσον, ἐξιών τε ἐκ Σάρδεων ἀπέδωκε παῖδας καὶ γυναῖκας, καὶ σὺν αὑτῷ ἐπήγετο (26). Φασὶ δέ τινες καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ᾤετο νεωτεριεῖν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
