# Fragmenta 69.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/69.1

Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φαυστύλος ἀπάγεται πρὸς Ἀμόλεον (1). Δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νομέτορι λέγειν ὁ Φανυστύλος, ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν, τὴν σκάφην ἀναλαβὼν, ὀλίγον (2) ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. Διερχόμενον δ ̓ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ, καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ φερόμενον (3), τῶν φυλάκων τις καταμαθὼν (ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πεπιστευμένοι παρὰ τοῦ βασιλέως 'φρούρουν), συλλαμβάνει δὴ (4), καὶ τὸ κρυπτὸν ὅ τι δήποτ ̓ ἦν καταμαθεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. Ὡς δὲ τὴν σκάφην ἐθεάσατο, καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν, τίς ἡ ταραχὴ, καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς εἰσφέρειν (5) σκεῦος, οὐδὲν (6) δεύμενον ἀπορρήτου φορᾶς. Ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον· καί τις αὐτῶν γνωρίζει τὴν σκάφην, αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας (7) ἐπὶ τὸν ποταμὸν, καὶ φράζει πρὸς τοὺς παρόντας. Οἱ δὲ συλλαβόντες τὸν Φαυστύλον (8) ἄγουσιν ἐπ ̓ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα. Ἀμόλιος δὲ, ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξει τὰς (9) ἀληθείας ἑκὼν, πρῶτον μὲν, εἰ ζῶσιν οἱ παῖδες, ἤρετο (10)· ὡς δὲ ταῦτ ̓ ἔμαθε, τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο. Διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, «Ἄγε δὴ, φησὶν ὁ βασιλεὺς, ἐπειδὴ ταῦτα ἀληθεύσας ἔχεις, φράσον, ὅπου νῦν ἂν (11) εὑρεθεῖεν· οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἐμοίγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.» Φαυστύλος δὲ τῆς ἀλόγου πρᾳότητος ὑποψίᾳ κινηθεὶς, μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις, ἀποκρίνεται ὧδε· «Οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὅσπερ ἐκείνων βίος, ἐγὼ δ ̓ ἐπέμφθην παρ ̓ αὐτῶν τῇ μητρὶ δηλώσων, ἐν αἷς εἰσὶ τύχαις. Ταύτην δὲ παρὰ σοὶ φυλάττεσθαι ἀκούων, δεήσεσθαι τῆς σῆς θυγατρὸς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι. Τὴν δὲ σκάφην ἔφερον, ἵν ̓ ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἄμα τοῖς λόγοις. Νῦν οὖν ἐπειδὴ δέδοκταί σοι (12) τοὺς νεανίσκους δεῦρο κομίσαι, χαίρω τε, καὶ πέμψον οὕστινας βούλει σὺν ἐμοί. Δείξω μὲν (13) οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας, φράσουσι δ ̓ αὐτοῖς ἐκεῖνοι τὰ παρὰ σοῦ.» Ὁ μὲν δὴ ταῦτ ̓ ἔλεγεν, ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου, καὶ ἅμα αὐτὸς ἀποδράσεσθαι (14) τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας. Ἀμόλιος δὲ τοῖς πιστοτάτοις τῶν φίλων (15) ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συφορβὸς (16) αὐτοῖς δείξῃ, συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διὰ ταχέων. Ταῦτα δὲ (17) διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο, καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται (18) τὰ παρόντα, καὶ αὐτὸν ὡς ἐπ ̓ ἄλλῳ δή τινι ἐκάλει. Ὁ δὲ ἀποσταλεὶς ἄγγελος, εὐνοίᾳ τε τοῦ κινδυνεύοντος, καὶ ἐλέῳ τῆς τύχης, ἐπιστρέψας κατήγορος γίνεται Νομέτορι τῆς Ἀμολίου γνώμης. Ὁ δὲ, τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον αὐτοὺς καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι, παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια, τῶν τε ἄλλων πελατῶν καὶ ἑταίρων, καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην. Ἧκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν, ἐκλιπόντες τὴν ἀγορὰν, ἔχοντες ὑπὸ ταῖς περιβολαῖς (19) ξίφη κεκρυμμένα, στῖφος καρτερόν. Βιασάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες, οὐ πολλοῖς ὁπλίταις φρουρουμένην, ἀποσφάττουσιν εὐπετῶς Ἀμόλιον, καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνουσι (20). Ταῦτα μὲν οὖν (21) εἴρηται τοῖς περὶ Φάβιον· ἕτεροι δὲ οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσήκειν, τήν γε ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ, ὡς ἐκελεύσθη (23) τοῖς ὑπηρέταις, γενομένην, ἀπίθανον εἶναί φασι· καὶ τῆς λυκαίνης τὸ τιθασὸν (23), ἣ τοὺς μαστοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτοπίας διασύρουσιν. Ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν, ὡς ὁ Νομέτωρ, ἐπειδὴ τὴν Ἰλουίαν (24) ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ, διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη, καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν (25), εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν (26) πριάμενος, εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν ποιησάμενος (27)· καὶ αὐτὰ λαβῶν ὁ Ἀμόλιος ὅτῳ δὴ τρόπῳ ἀναιρεῖ (28), τὰ δὲ ἐκ τῆς Ἰλουίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι, δίδωσι τῷ Φαυστύλῳ.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
