# Fragmenta 7

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/7

Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σεμίραμις ἐπεὶ ὁδοιποροῦσα ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα ἐπί τι ὑψηλὸν ὄρος, πάντοθεν πλὴν καθ ̓ ἓν μέρος περιερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ, ἐθεᾶτο τὴν στρατιὰν (1) ἀπό τινος ἐξέδρας, ἣν παραχρῆμα ᾠκοδομήσατο. Ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ Σατιβάρας ὁ εὐνοῦχος ἐπεβούλευσε μετὰ τῶν Ὄννεω (2) παίδων, αὐτὸς τὸ πᾶν συστήσας, καὶ πρὸς τοὺς νεανίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου βασιλεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖνόν τε καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. Καὶ ἄλλως δὲ αὐτοῖς ἔφη αἴσχιστον εἶναι περιορᾶν ἀκόλαστον μητέρα (3) ἐν τοιᾷδε ἡλικίᾳ ὁσήμεραι λιχνευομένην ἐφ ̓ ὧν ἐτύγχανεν ἀνθρώπων τούς γε νεανίας (4) ὄντας. Πυνθανομένων δ ̓ ἐκείνων καὶ τίς γενήσεται τρόπος, εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ ̓ ἀναβάντας πρὸς αὐτὴν ἐπὶ κορυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ, (εἶχε δὲ ταύτην τὴν ἐπιμέλειαν) ὠθεῖν αὐτὴν ἀπ ̓ ἄκρου εἰς τὰ κάτω. Καὶ οἱ μὲν ταῦτα συνέθεντο καὶ πίστεις (5) ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. Ἔτυχε δὲ κατόπισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπεπτωκὼς καὶ πάντα ἀκούων, ὃς ἐπεὶ ᾔσθετο, γράψας ἅπαν εἰς διφθέραν Σεμιράμει πέμπει διά τινος. Ἡ δὲ ἀναγνοῦσα τῇ ὑστεραίᾳ ἐπ ̓ ἄκρου του ὄρους ἀναβιβασαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ κελεύει ὅ τι δήποτ ̓ ἐννοουμένη (6) ἥκειν ὡπλισμένους. Καὶ ὁ Σατιβάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς (7) ὑπὸ θεοῦ ὀρθουμένης σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους αὐτοὺς ἡ μήτηρ ἐκάλει. Ἀφικομένων δὲ, μεταστῆναι τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις (8) λέγει πρὸς τοὺς νεανίσκους· «Ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες, οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θάνατον ἐβουλεύσασθε, ὡς ἐμὲ (9) ἐνθένδε ὤσετε παρὰ θεῶν τὰ κράτη ἔχουσαν· ἀλλ ̓ ἥδ ̓ (10) ὑμῖν ἐγώ· καί με κατὰ κρημνοῦ (11) τοῦδε ὠθεῖτε, ἵνα δὴ κλέος ἔχοιτε πρὸς ἀνθρώπων, καὶ βασιλεύοιτε κτείναντες τήν τε μητέρα Σεμίραμιν καὶ Νινύαν τὸν ἀδελφόν (12).» Ἐδημηγόρησε πρὸς Ἀσσυρίους. Ζήτει ἐν τῷ Περὶ δημηγοριῶν.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
