# Fragmenta 70

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/70

Ὅτι τοῦ Ῥωμύλου, πληθυσμοῦ ἕνεκεν ἀνδρῶν, ἁρπαγὴν ποιησαμένου τῶν παρθένων, ὡς διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὰ περὶ τοὺς γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν (1) ἐλάμβανον, αἱ δὲ ἀφ ̓ ἧς ἐπράχθη διαθέσεως, καὶ εἰς ὃ τέλος (2) ἐχώρησεν, ἀναλογιζόμεναι, μετρίως αὐτὸ ἔφερον. Κατέσκηψε δ ̓ οὖν ἀνὰ χρόνον εἰς πολέμους, τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν. Οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχὲς (3), ὥσπερ αὐτῷ τὰ μαντεύματα προεθέσπισε, πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ, πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῷ (4) ἔσεσθαι καλάς. Ἦσαν δὲ (5) αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πολέμου Καινίνη καὶ ἄλλαι (6), πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων, καὶ τὸ [μὴ] (7) λαβεῖν ὑπὲρ αὐτῶν δίκας· ὡς δὲ τἀληθὲς εἶχεν, ἀχθόμεναι (8) τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης, δι ̓ ὀλίγου πολλῇ γενομένῃ, καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν φυόμενον. Τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις, ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν, ἰσχύν τε μεγίστην ἔχοντας (9) καὶ χρήμασι πλείοσι δυναμένους, ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων, καὶ οὐκ ἐλάχιστα περιυβρισμένους (10) τῶν ἄλλων· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων. Ἐπεὶ δ ̓ (11) οὐδὲν ἐπέραινον, ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου, μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλὴν, αὐταὶ καθ ̓ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν δύναμιν τὴν οἰκείαν (12), εἰ καθ ̓ ἓν αἱ τρεῖς γένοιντο, μίαν αἱρῆσαι πόλιν οὐ μεγάλην. Ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δ ̓ οὐκ ἔφθασαν (13) εἰς ἓν ἅπασαι στραόπεδον, προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης (14), οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν. Ἐξεστρατευμένων (15) δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος (16), ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος (17) αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος, τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος, οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν, τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους, αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου, καὶ τὸν βασιλέα τῶν Καινινιτῶν (18), ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ, μαχόμενος (19) αὐτοχειρίᾳ κτείνει, καὶ τὰ ὅπλα ἀφαιρεῖται. Τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως, τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας, καὶ παῖδας εἰς ὁμηρείαν οὓς ἐβούλετο λαβὼν, ἐπὶ τοὺς λοιποὺς (20) ἐχώρει. Γενόμενος (21) δὲ καὶ τῆς ἐκείνων δυνάμεως, ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς, τῇ παρ ̓ ἐλπίδας ἐφόδῳ, καθάπερ καὶ τῆς προτέρας, ἐγκρατὴς, καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς, ἀπῆγεν ἐπ ̓ οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν ἀποίκων (22) κατὰ τὴν μάχην, καὶ ἀκροθίνια λαφύρων θεοῖς (23).

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
