# Fragmenta 71

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/71

Τὸ δὲ νῦν καλούμενον Θρᾳκήσιον θέμα πάλαι μὲν καὶ κατ ̓ ἀρχὰς Ἀσία μικρὰ ὠνομάζετο... Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τῆς τοιαύτης αἰτίας. Ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ τῆς γυναικὸς καὶ τῶν αὑτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώρας ὁρμώμενος, ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως, Μυσῶν τ ̓ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγομένην Λυδίαν, καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τῷ τῆς πόλεως τείχει καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς, ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο. Καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὅ στάμνος ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὅ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε, καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ τοίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο, Μυσὴ μὲν εἶναι τὸ γένος, Θρᾴκης δ ̓ ἔστιν αὕτη τὸ πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμὴν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα ποιησάμενος, Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων, ὄχλον ἱκανόν. [Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκὴσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργοπόνους, ἐργώδεις τε καὶ χειρώνακτας] .... Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τῷ ιη' (l. ηʹ) αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
