# Fragmenta 74

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/74

Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τοὺς πώποτε βασιλεῖς ὑπερέβαλλε, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δ ̓ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο. Γίνεται δ ̓ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία· καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν, ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχε. Καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. Μάρτυς δὲ τούτων ἡμῖν ἐστι καὶ Νικόλαος ὁ Δαμασκηνὸς, οὕτως ἱστορῶν· «Τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ, νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν, αὐτόθι ἔμεινεν ἡμέρας δύο, δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν ᾗ τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν.» Καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
