# Fragmenta 81-83

Nicolaus Damascenus, Fragmenta, 81 to 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/81

Νικόλαος δ ̓ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Σύλλαν φησὶ, τὸν Ῥωμαίων στρατηγὸν, οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς, φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας. Ἐμφανίζουσι δ ̓ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ ̓ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ. Νικόλαος δ ̓ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι ̓ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. Νικόλαος δ ̓ ὁ Περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Λεύκολλόν φησιν, ἀφικόμενον εἰς Ῥώμην, καὶ θριαμβεύσαντα, λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου, ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης, τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυοῖν βασιλέοιν πλοῦτον, Μιθριδάτου καὶ Τιγράνου.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
