# Fragmenta 89

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/89

Νικόλαος δ ̓ ὁ Δαμασκηνὸς (εἷς δ ̓ ἦν τῶν ἐκ τοῦ περιπάτου) ἐν τῇ πολυβίβλῳ Ἱστορίᾳ (ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσι), τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ φησιν, Ἀδιάτομον, τὸν τῶν Σωτιατῶν βασιλέα (ἔθνος δὲ τοῦτο Κελτικὸν), ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτὸν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους· τοῦτο δ ̓ ἐστὶν Ἑλληνιστὶ εὐχωλιμαῖοι. Τούτους δ ̓ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνήσκοντας, ταύτην ἐκείνων εὐχὴν ποιουμένων· ἀνθ ̓ ἧς συνδυναστεύουσί τε αὐτῷ, τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες, καὶ συναποθνήσκουσι κατὰ πᾶσαν ἀνάγκην, εἴτ ̓ ἐν τόσῳ τελευτήσειε βασιλεὺς, εἴτε πολέμῳ, εἴτ ̓ ἄλλως πως. Καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον, ὅταν ἥκῃ βασιλεῖ, ἢ διεκδύντα.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
