# Fragmenta 93

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/93

Ὁ γὰρ Ἡρώδης, πολλοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος [χορηγίας], ἀκηκοὼς ἔτι τάχιον, ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς, ἀνοίξας τὸν Δαυίδου τάφον, ἀργυρίου λάβοι τρισχίλια τάλαντα, κειμένων πολὺ πλειόνων ἔτι, καὶ δυναμένων εἰ ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν δι ̓ ἐννοίας εἶχε τὴν ἐπιχείρησιν, ἐν δὲ τῷ τότε, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, πραγματευσάμενος ἥκιστα μὲν ἐν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων. Ἀποθέσιμα μὲν οὖν χρήματα, καθάπερ Ὑρκανὸς, οὐχ εὗρε, κόσμον δὲ χρυσοῦ καὶ κειμηλίων πολὺν, ὃς ἀνείλετο πάντα. Σπουδὴν δ ̓ εἶχεν, ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν, ἐνδοτέρω τε χωρεῖν, καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυίδου καὶ τοῦ Σολομῶνος τὰ σώματα. Καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν, φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο· περίφοβος δ ̓ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο, πολυτελὲς τῇ δαπάνῃ. Τούτου καὶ Νικόλαος, ὁκατ ̓ αὐτὸν ἱστοριογράφος, μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. Διατελεῖ δὲ καὶ τὰ ἄλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ. Ζῶν τε γὰρ ἐν τῇ βασιλείᾳ καὶ συνὼν αὐτῷ, κεχαρισμένως ἐκείνῳ καὶ καθ ̓ ὑπηρεσίαν ἀνέγραφε, μόνων ἁπτόμενος τῶν πρὸς εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων, καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος· ὅς γε καὶ τὸν Μαριάμμης θάνατον, καὶ τῶν παίδων αὐτῆς, οὕτως ὠμῶς τῷ βασιλεῖ πεπραγμένον, εἰς εὐπρέπειαν ἀνάγειν βουλόμενος, ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεανίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκε τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττότερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων ἐσπουδασμένως ἀπολογούμενος. Ἐκείνῳ μὲν οὖν πολλὴν ἂν τις, ὥς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱστορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην ἐποιεῖτο.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
